Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.12.1469

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αἰμιλίῳ Ῥουστικιανῷ τῷ διασημοτάτῳ διαδεχομένῳ τὰ μέρη τῶν ἐξοχωτάτων ἐπάρχων παρὰ τῶν ἀπὸ κώμης Παείμεως τῆς πρὸς λίβα τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ διʼ ἡμῶν τῶν τοῦ ἐνεστῶτος ἔτους κωμάρχων Αὐρηλίων ΠιβήκιοςΠιβήμιος καὶ Νεμεσιανοῦ. μόλις μὲν ἄν, κύριε, τοῦ δικαίου ἐν τοῖς καθʼ ἡμᾶς ἐπιτάγμασιν ὑπαρχθέντος ἡμῖν δυνηθείημεν ὁλοκληροῦντες παντελῶς διανύειν τὰ προσήκοντα, ἐπείπερ ἐὰν πλεονεξία τις προχωρήσῃ καθʼ ἡμῶν διʼ ἀδυναμίανἀδυναμείαν ἀναπόστατοι καταστησόμεθα. χῶμα οὖν ἐστιν δημόσιον ἐκ νότου τῆς ἡμετέρας κώμης ἐφʼ ᾧ διάκοπος καὶ τόποι ἐκνενιμμένοι ἀναβολῆς εἰκότως δεόμενοι. τοῦτο ὑπὸ τοῦ δημοσίου γεωμέ τρου συνωψίσθη δεῖσθαι ναυβίων υ, καὶ ὁ τῇ ἐπείξειἐπίξει τῶν χωμάτων ἐπικείμενος καθίζωνκαθείζων ἡμᾶς τοὺς οἰκίζοντας τοῖς τόποις ἠνάγκασεν ἀναβαλεῖν ναύβια σν. οὐ ταῦτα μὲν οὖν μόνα ἤριστο τῇ κώμῃ ἡμῶν ἐξ οὗ καὶ τὰ ὅλα τοῦ χώματος ναύβια υ ἐπέθετοἐπέκειτο ἡμῖν ὁ ἐπὶ τῶν χωμάτων ἀναβαλεῖν, ἀλλὰ καὶ ἐπειδὴ τῆς διαταγῆς τῶν αὐτῶν χωμάτων ὑπὸ τοῦ βοηθοῦ τοῦ στρατηγοῦ φθάσαντος γινομένης ἴσως αἰσχροκερδίας ἕνεκα, ἀεὶ γὰρ ὁ δημόσιος γεωμέτρης ἐπιστήμων ὢν τῶν τόπων αὐτῶνατων ποιούμενος τὴν ἑκάστου χώματος ἀπεργασίαν τοῖς πλησίον οἰκοῦσι ἀκολουθεῖ τῷ ἑκάστης κώμης σχοινισμῷ, ὁ δὲ ὡς ἔφην διὰ λῆμμα εἰς τὸ προκείμενον χῶμα διέταξεν ἡμᾶς ἐπὶ ναυβίοις ρ, ἤδη σν ἀναβαλόντων ἡμῶν, δηλονότι τὰ λοιπὰ ρν ναύβια ἑτέροις παρασχεῖν ἐθέλων. τοῦ οὖν πεπιστευμένου τὰ χώματα ὑπὸ τῆς ἡγεμονίας, καὶ τούτουοὗτος ἄλλου τινὸς μάρτυρος ἀμείνονος, τὴν γενομένην ὑφʼ ἡμῶν ἀπεργασίαν ἐπισταμένου, καὶ τῆς τοῦ βοηθοῦ τοῦ στρατηγοῦ κακουργίας καταφανοῦς οὔσης, τὴν πρόσοδον ἐπὶ σὲ ποιούμεθα διὰ τῆσδε τῆς δεήσεως δεόμενοι κελεῦσαί σε διʼ ἱερᾶς σου ὑπογραφῆς ᾧ ἐὰν τὸ μέγεθός σου δοκιμάσῃ ἢ τῷ χωματεπείκτῃ ἀναμετρῆσαι καὶ προσδέξασθαι ἡμῖν τὰ πάλαι ὑφʼ ἡμῶν ἀναβληθέντα εἰς τὸ αὐτὸ χῶμα ναύβιαναυβιανναυβιων ἡμῶν ἑτοίμως ἐχόντων ὅσαπερ ἄλλα ἡμῖν αἱρεῖ ἀπεργάσασθαι ἐν οἷς ἐτάχθημεν τόποις. Αὐρήλιοι ΠιβῆκιςΠιβῆμις καὶ Νεμεσιανὸς διεπεμψάμεθα πρὸς ἐπίδοσιν. Αὐρήλιος Πλουτίων ἔγραψα ὑπὲρ αὐτῶν ἀξιωθεὶς ὑπʼ αὐτῶν φαμένων μὴ εἰδέναι γράμματα. ὑπατείας Ἀνικίου ΦαύστουΠαυλίνου τὸ β καὶ Οὐιρίου Γάλλου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.