no image
DDbDP-text
Notice of a Special Meeting of the Senate via HGV-meta
Linked by Trismegistos ID
TM 21822.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Εὐδαίμων ὁ καὶ Ἑλλάδιος γενόμενος εὐθη νιάρχης κοσμητὴς ἐξηγητὴς ὑπομνηματογράφος βουλευτὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, γυμνασιαρχήσας βουλευτὴς ἔναρχος πρύτανις τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. τὰ τῆς ἀνακομιδῆς τῆς εὐθενείας τῶν γενναιοτάτων στρατιωτῶν οὐδὲ βραχεῖαν ἀνάθεσιν ἐπιδέχεται, καὶ διὰ τούτο, καὶ γραμμάτων ἡμᾶς εἰς τοῦτο κατεπειγόντων τοῦ κρα τίστου διοικητοῦ Αὐρηλίου Πρωτέα ἔτι δὲ καὶ τοῦ κρατίστου Ἀμμωνίου, καὶ τῶν πλοίων ἤδη τῶν ὑποδεχομένων τὰ εἴδη ἐφορμούντων, ἐδέησεν εἰς ἐπιμελητῶν ὀνο μασίανἐπιμελῆ τόπον δημοσίαν συναγαγεῖν πρόσκλητον βουλήν, ἵνα προτεθείσης σκέψεως περὶ μόνου τούτου τοῦ κεφαλαίου τέλεσιν τὴν ταχίστην λάβῃ τὰ λειτουργήματα. ἵνα οὖν πάντες ἑκόντες ὦσι βουλευταὶ τοῦτο γνόντες ἐν τῇ σήμερον ἥτις ἐστὶν ιε, τὰ γράμματα δημοσίᾳ πρόκειται. καλῶς δὲ ἔχειν ἐνόμισα γινώσκειν ὑμᾶς διὰ τοῦδε τοῦ προγράμματος συντετα χέναι ἡμᾶς ὑμῖν συνειδόσιν πρὸς τὰ κελευσθέντα ὀξέως συναχθῆναι, οὐδενὸς ἄλλου ἐν τῇ παρούσῃ συνόδῳ μένον τος, ψηφίσασθαί τε τὰς τῶν λειτουργῶν χειροτονίας. ἔτους β ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.