no image
DDbDP-text
Sale of an Ass via HGV-meta
Sale of a female donkey between two Apollonioi. A private contract of sale in which Apollonios son of Hephaistion sells a young mouse-grey female donkey to another Apollonios for 600 silver drachmas, guaranteeing the title. It was written at Oxyrhynchus on 2 October 204. machine translation
Linked by Trismegistos ID
TM 21985.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλώνιος Ἡφαιστίωνος
τοῦ Ἀμμωνίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς
Ἀπολλωνίῳ Ἀπολλωνίου τοῦ Σαραπίωνος Εὐθηνοδοτείῳ τῷ καὶ Ἀλθαιεῖ χαίρειν.
ὁμολογῶ πεπρακέναι σοι ὄνον θήλειαν
πρωτοβόλον μυόχρωμον ἀχάρακτον τιμῆς τὴς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν
νομίσματος δραχμῶν ἑξακοσίων, γίνονται δραχμαὶ χ, ἃς καὶ αὐτόθι ἀπέσχεν ὁ ὁμολογῶν Ἀπολλώνιος παρὰ τοῦ
Ἀπολλωνίου, καὶ βεβαιώσει πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ταύτην τοιαύτην ἀναπόρριφον. ἐὰν δὲ ἐπιλάβηταί τις αὐτῆς,
ἀποστήσει αὐτὸν ὁ Ἀπολλώνιος ταῖς
ἰδίαις αὑτοῦ δαπάναις. κυρία ἡ πρᾶσις.
ἔτους τρεισκαιδεκάτου Αὐτοκρατόρων
Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου
Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου
καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου
Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ
Φαῶφι ε.
Ἀπολλώνιος
ὁ προκίμενος
πέπρακα ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.