no image
DDbDP-text
Vendita di un’asina via HGV-meta
Sale of a white female donkey. A contract of sale in which Hermeros, a freedman of a former gymnasiarch living in Ptolemais Euergetis, sells a full-grown white female donkey to Sotas of Soknopaiou Nesos for 140 silver drachmas. It was drawn up on 26 November 177 AD in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10949.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀκτὼ καὶ δεκάτου
Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ καὶ Αὐρηλίου Λουκίου
Κομμόδου Σεβαστοῦ Ἀρμενιακῶν
Μηδικῶν Παρθικῶν Γερμανικῶν
Σαρματικῶν μεγίστων μηνὸς
Ἁθὺρ λ ἐν Πτολεμαίδι Εὐεργέτιδι
τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Ἑρμέρως ἀπελεύθερος Πτολεμαίου υἱοῦ
Πτολεμαίου γεγυμνασιαρχηκότος ἀπὸ ἀμφόδου Μακεδόνων ὡς ἐτῶν
τεσσαράκοντα οὐλὴ ἀντιχειρὶ ἀριστερῷ
Σώτᾳ Σώτου τοῦ Σώτου ἀπὸ κώμης
Σοκνοπαίου Νήσου ὡς ἐτῶν με οὐλὴ ἀγκῶνι ἀριστερῷ πεπρακέναι αὐτῷ
τὸν ὁμολογοῦντα τῇ ἐνεστώσῃ ἡμέρᾳ
ὄνον θήλειαν τελείαν λευκὴν
ἣν καὶ παρέλαβεν ὁ Σώτας ταύτην
τοιαύτην ἀναπόριφον καὶ ἀπέχειν
τὸν Ἑρμερῶτα τὴν συμπεφωνημένην
τίμην διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα καὶ βεβαιώσει πάσῃ βεβαιώσει
ἀπὸ παντὸς τοῦ ἐπελευσομένου.
ὑπογραφεῖς Ἥρων Α[…]ωπιου ὡς ἐτῶν νβ ἄσημος
καὶ Διὸς Διοῦ ὡς ἐτῶν μ ἄσημος.
Ἑρμέρως πέπρακα τὸν
ὄνον καὶ ἄπεσχον τὴν
τίμην ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα καὶ βεβαιώσω
ὡς πρόκιται Ἥρων Ἥρωνος
ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.