no image
DDbDP-text
Lease of House - Property via HGV-meta
Sublease of a ground-floor room in a house at Oxyrhynchus. A lease in which Aurelius Apollos, a flax worker of Oxyrhynchus, rents a south-facing ground-floor room from Aurelius Ioannes, who himself holds the house on lease and is connected with the public bath. The rent is one third of a gold solidus a year, paid in half-yearly instalments, starting from Choiak of the fifth indiction. machine translation
Linked by Trismegistos ID
TM 22024.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ.
† μετὰ τὴν ὑπατείαν Φλαουίου Βεάτορος
τοῦ ἐνδοξοτάτου Ἁθὺρ κϛ ἰνδικτίονος ε.
Αὐρήλιος Ἀπολλῶς υἱὸς Μαρτυρίου
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχιτῶν πόλεως στιπποχειριστὴς
Αὐρηλίῳ Ἰωάννῃ υἱῷ Ἀνουθίου
καταμίνῃ τοῦ δημοσίου λουτροῦ
τῆς αὐτῆς πόλεως ἀπὸ τῆς αὐτῆς
χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς
Χοίακ τοῦ ἐνεστῶτος ἔτους ρογ ρμβ τῆς
πέμπτης ἰνδικτίονος ἀφʼ ὧν ἔχεις ἐπὶ μίσθωσιν ἀπὸ οἰκίας οὔσης ἐν τῇ αὐτῇ
πόλει ἐπʼ ἀμφόδου τῆς οἰκίας Ἰωάννου
Αρ[…]…ου ὁλόκληρον ἐπίπεδον τόπον
νεύοντα ἐπὶ νότον σὺν χρηστηρίοις καὶ
δικαίοις πᾶσι, καὶ τελέσω ὑπὲρ ἐνοικίου
ἐνιαυσίως χρυσοῦ νομισματίου μέρος
τρίτον, γίνεται χρυσοῦ νομισματίου γ, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ
ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῇς
ἀντιπαραδώσω σοι τὸν αὐτὸν τόπον
ὡς καὶ παρείληφα ἐπὶ νομῇ. κυρία
ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
[v]
† μίσθωσις Ἀπολλῶτοςυἱοῦ Μαρτυρίου στιπποχειριστοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.