no image
DDbDP-text
Lease of a Workshop via HGV-meta
Lease of a two-room workshop under the southern colonnade at Oxyrhynchus. A lease in which Aurelius Daniel, a shopkeeper (kapelos) of Oxyrhynchus, rents a two-room workshop under the southern public colonnade in the Pses quarter from Apollos son of Joseph. The yearly rent is one gold solidus less two carats, paid in half-yearly instalments; the document is dated 24 May 505. machine translation
Linked by Trismegistos ID
TM 22065.
Each record below describes this same artifact or text from a different angle.
[r]
† μετὰ τὴν ὑπατείαν Φλαουίου Κεθήγου τοῦ ἐνδοξοτάτου Παχὼν
κθ ἰνδικτίονος ιγ.
τῷ θαυμασιωτάτῳ Ἀπολλῷ υἱῷ τοῦ καθοσιωμένου
Ἰωσὴφ ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως
Αὐρήλιος Δανιὴλ υἱὸς Ἰωάννου μητρὸς Ἡραείδος
κάπηλος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως
ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ
ἑξῆς μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ἔτους ρπα ρν
τῆς τρεισκαιδεκάτης ἰνδικτίονος ἀρχῇ τεσσαρασκαιδεκάτης ἐπινεμήσεως ἀπὸ τῶν
ὑπαρχόντων τῇ σῇ ἀρετῇ διακειμένων
ἐπὶ τῆσδε τῆς πόλεως ἐπʼ ἀμφόδου Ψὲς ὑπὸ τὴν
νοτινὴν δημοσίαν στοὰν ὁλόκληρον ἐργαστήριον
ἔχον δύο κελλία, ἓν ἔσω τοῦ ἄλλου, ὧν ἡ ἐξωτέρα
θύρα νεύει ἐπὶ βορρᾶ, καὶ παρασχεῖν με λόγῳ
ἐνοικίου καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ
νομισμάτιον ἓν παρὰ κεράτια δύο ἰδιωτικῷ
ζυγῷ, γίνεται χρυσοῦ νόμισμα α παρὰ κεράτια β, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ καὶ
ὁπόταν βουληθείης παραδώσω τὸ αὐτὸ
ἐργαστήριον μετὰ τῆς ἀτρώτου νομῆς. κυρία ἡ
μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶςὡμολόγησα.
Αὐρήλιος Δανιὴλ[…]
πεποίημαι τὴν μίσθωσιν[…]
[v]
† μίσθωσις Δανιηλίου καπήλου ἐνοικίου χρυσοῦ νόμισμαα παρὰ κεράτια β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.