no image
DDbDP-text
Attestation of a Copy of a Petition with Reply via HGV-meta
Linked by Trismegistos ID
TM 17511.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ιε Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Φαμενὼθ κθ. ἐμαρτύρατο ἑαυτὸν Τοτοῆς χρηματίζωνχρηματίζων μητρὸςμητρὸς ΤσενπετσίριοςΣενπετσείριος ἀπʼ Ὀξυρύγχων πόλεως διὰ τῶν ὑπογεγραμμένων μαρτύρων ἐξειληφέναι καὶ προσαντιβεβληκέ ναι ἐκ τεύχους συνκολλησίμων βιβλιδίωνβιβλειδίων ἐπιδοθέντων Σουβατιανῷ Ἀκύλᾳ τῷ λαμπροτάτῳλαμπροτάτῳ ἡγεμόνι προτεθέντων ἐν Ἀντι νόου πόλειπόλει ἐν τῷ Ἀντινοείῳ ἐν οἷςτις καὶ τὸ ὑπογεγραμμένον βιβλίδιονβιβλείδιον σὺν τῇ ὑπʼ αὐτὸ ὑπογραφῇ, ὅπερ οὕτως ἔχει. κολλημάτωνκολλημάτων Αθχειλίων ἐννέα. Σουβατιανῷ Ἀκύλᾳ ἐπάρχῳ Αἰγύπτου παρὰπαρὰ Τοτοέως χρηματίζοντος μητρὸς Σενπετσείριος ἀπʼ Ὀξυρύγχων πόλεως. τῆς ἐμφύτου σου, ἡγεμὼν δέσποτα, δικαιοδοσίας διηκούσης εἰς πάντας ἀνθρώπους καὶ αὐτὸς ἀδικηθεὶς ἐπὶ σὲ καταφεύ γω ἀξιῶν ἐκδικίας τυχεῖν. ἔχει δὲ οὕτως. ἐν μητροπόλειμητροπολει τυγχάνων ἀναγραφόμενος ἐπʼ ἀμφόδου Παρεμβολῆς ἀεὶ χρη ματίζων τῷ προκειμένῳ ὀνοματίῳ, ᾧ συμφώνως ἀναδοθεὶς ἔτιεξι ἄνωθεν εἰς φυλακίανφυλακείαν ταύτην ἀμέμπτως ἐξετέ λεσα, οὐ μόνον ἀλλὰ καὶ τὰ κατʼ ἔτος ὀφειλόμενα ἐπικεφάλιαἐπικεφάλαια τελῶ γεωργικὸν καὶ ἀπράγμονα βίον ζῶν, ἀνεδόθην οὐ δε όντως ὑπὸ Ἡρακλάμμωνος τοῦ νυνὶ ἀμφοδογραμματέως πρώτης φυλῆς εἰς δημοσίαν ὀνηλασίαν τῆς αὐτῆς πόλεως πάνυ βαρυτάτην χρείαν ἑτέρῳ ὀνοματίῳ Σβῖχιςσβιχοις Ἁρμίυσιοςερμιου μητρὸς Τασεῦτος, σωματίσαντός μοι ἀνύπαρκτον πόρον δραχμῶν Ασ. ὅθεν, κύριε, βίᾳ ἀναγκασθεὶς ταύτης τῆς ὀνηλασίας ἀντιλαβέσθαι ἄπορος παντελῶς ὑπάρχων μηδʼ ὅλως ὑπο στέλλων τῷ νυνὶ ἀμφοδογραμματεῖ ἀλλʼ εἰςες τὸ ἐπιὸντουπιὸν τοῦ ἡμετέρου ἀμφόδου ἹππέωνἹππέως Παρεμβολῆς μέλλοντος λειτουρ γεῖν ἀκολούθως τῷ γενομένῳ ὑπὸ ΓεμεινίουΓαμεινίου ΜοδέστουΜοδεστριου τοῦ κρατίστουκρατίστου ἐπιστρατήγουἐπιστρατήγου τῶν ἀμφόδων κλήρῳ, τοῦτῷ Ἡρακλάμμωνος ἀνόμως καὶ ῥιψοκινδύνωςῥειψοκινδύνως ἀναδόντος μέ, ἀξιῶ, ἐὰν σοῦ τῇ εὐμενεστάτῃ τύχῃ δόξῃ, διακοῦσαί μου πρὸς αὐτόν, τῆς γὰρ σῆς μεγαλειότητός ἐστιν ἐπεξελθεῖν τοῖς ἀδίκωςἀδίκως καὶ ἀνόμως τετολμημένοις, ὅπως τυχὼν τῶν δικαίων δυνηθῶ εἰς ὕστερονὕστερον τῷ ἐπιβάλλοντι ἔτει ἀντιλαβέσθαι τῆςσης ἐνχειρισθησομένης ὡς πρόκειται, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. ἔτους α μηδενὸςμηδενὸς ἐπεχομένουἐπεχομένου ὁὁ κράτιστοςκράτιστος ἐπιστράτηγοςἐπιστράτηγος εἴσεταιεἴσεται ὁποῖαὁποῖα ει ἡ ἀξίωσις. πρόθες. ει ἡ ἀξίωσις. πρόθες. κολλημάτων χειλίων ἐννέα πρόθες λλευσιος Φυαννης ἐσφράγισα. ασετευς ἐσφράγισα. Γάιος Ἰούλιος Σαραπίων ἐσφράγισα. αος Ἡρακλείδης ἐσφράγισα. Αἴας Οὔλπιος Θέων ἐσφράγισα. Λούκιος Οὐολύσιος Δομίττιος Σαλουιανὸς ἐσφράγισα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.