no image
DDbDP-text
Copies of the Correspondence of a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 22177.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[…]γμα[…]
[…]υ[…]με[…]
[…]πράσσοντα ἀχθήσεται[…]
[…] ἐρρῶσθαί σε εὔχομαι.
[…]ἀπὸ τοῦ Ἀρσινοίτου Θὼθ λ.
[…]στρατηγῷ Ὀξυρυγχίτου χαίρειν.
[…]δειν ἀπὸ τῆς γενομένης διὰ
[…]αντος δραχμὰς δισχιλίας διακοσίας[…]αι μου τὰ γράμματα ἀπαιτήσας
[…]ἐὰν γὰρ ὑστερήσῃς σὺ αὐτὸς ἐκτείσεις τὸ ζημίωμα[…] ἐρρῶσθαί σε εὔχομαι.
[…]στρατηγῷ Ὀξυρυγχίτου χαίρειν.
[…]διὰ τοῦ ὑπηρέτου τῆς στρατηγίας ἀπόστειλον
[…]πρὸ τῆς ἀφίξεως αὐτοῦ. ἐρρῶσθαί σε εὔχομαι.
[…] Θὼθ κη.
[…]στρατηγοῖς τῶν ὑπογεγραμμένων νομῶν χαίρειν.
[…]ἑκατοντάρχων λημμάτων τοῦ διελθόντος α ἔτους[…]ταῖς τοῦ ταμείου ψήφοις λημματίσαι ἧττον
[…]ὑποταγῆναι ἐκέλευσα, ὅπως καλῶς τὴν ἔκπραξιν τῶν
[…]ἐὰν γὰρ βραδύνητε, ἐκ τῶν ὑμετέρων
[…]ν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Αὐρήλιος Δράκων πρίγκιψ.
[2]
[… ? lines lost …]
…νπρ…[…]με[…]
παρὰ τ…[…]ωσαντ[…]
πεπεμμεν[…]…[…]ταχ[…]
ἔτους β Θὼθ ζ. εις…[…]…[…]
εἰς Τῶλθιν.
ἄλλων β κομισθεισῶν διά
Αὐρήλιος Μερκούριος στρατηγῷ Ὀξυρυγχίτου χαίρειν. […] ἣν […] στρατηγὸς[…]
λης ἵνʼ εἰδείης ὑποταγῆναι ἐκέλευσα καὶ φροντίσῃς κατὰ τάχος τὴν τῶνβουρδώνων χρείαν ἐπὶ τέλος ἀχθῆναι ὑπὲρ
τοῦ μηδεμίαν ἐποχὴν περὶ τὴν χρείαν τῶν βουρδώνων γενέσθαι. ἐὰν γὰρ μὴ κατὰ τάχος ἀνύσῃς, αἴτιος ἔσῃ τῆς
περὶ τὴν τηλικαύτην χρείαν ἐνέδρας. ἐρρῶσθαί σε εὔχομαι. ἔτους β Θὼθ[…]ἔστι δὲ ἀντίγραφον· […]
ναι τὸ κελευσθὲν ἐσκεψάμην σὺν ὑμῖν πρὸ τοῦ εἰς ὑπομνήματά με ἥκειν καὶ ἐδοκίμασα τὰ τῇ βουλῇ δόξαντα ἑκάστου βουρδῶνος
ἀργυρίου τάλαντα δέκα ἀλλὰ μετὰ τὴν ἔξοδόν μου ἐψηφίσασθε ἐν τῷ βουλευτηρίῳ δεῖν τάλαντα δέκα ἑπτὰ δοθῆναι[…]
ησα λέγων εὔδηλον εἶναι εκβουλεσθαι ὑμᾶς τὸ κελευσθὲν ἀνῦσαι φροντίσατε πᾶσιν …[…]ον[…]…λ[…]τελέσαι κατὰ τάχος ἑκάστου βουρδῶνος τάλαντα δέκα εἴς τε τὴν πόλιν καὶ τὸν νομόν, ἵνα οὕτως μηδεμία περὶ τὸ[…]
κον ἐποχὴ γένηται. ἐὰν γὰρ καὶ νῦν ἀφοσιώσει χρησάμενοι μὴ βουληθῆτε τὴν χρείαν ἀνῦσαι, ἐκτίνειν ὀφείλετε τὸν ἐκ τούτου ἐσόμενον κίνδυνον. ἵνα δὲ μηδεμίαν ἄγνοιαν ὑποτιμήσασθε αὐτὰ τὰ περὶ τούτου γενόμενα …[…]α ὑποταγῆναι ἐκέλευσα. ἔτους β Θὼθ[…]
ἑτέρας. Αὐρήλιος Μερκούριος στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. ὃ ἐμοὶ ἀνήνεγκαν Εὐγράφιος καὶ
Ἀγαθὸς Δαίμων ὀφφικιάλιοι τῆς οὐσιακῆς ἐπιτροπῆς, ἵνʼ εἰδείης, ὑποταγῆναι ἐκέλευσα καὶ φροντίσῃς τὸν
ἑξῆς ἐνγεγραμμένον ἑκάστῃ κώμῃ ἀριθμὸν θρεμμάτων τεθραμμένων ἐν ἀσφαλεῖ ἔχειν καὶ πρόνοιαν ποιήσῃ τοῦ ἐκτενῶς αὐτὰ τρέφεσθαι, ἐμοί τε δηλῶσαι ὡς ἔχεις πεποιηκώς. ἐρρῶσθαί σε εὔχομαι.
ἔτους β Θὼθ θ. ἔστι δὲ ἀντίγραφον· ἐπεὶ ἐκέλευσας, κύριε, προσφωνηθῆναι ἐνγράφως τὰ καταλημφθέντα
ἐν τῷ νομῷ τοῦ Ὀξυρυγχείτου ὄντα παρὰ κωμάρχοις καὶ ἄλλοις πρόβατά τε καὶ ὀνικὰ κτήνη καὶ βοϊκὰ καὶ ἱππικὰ καὶ
καμήλους τὸ καθʼ ἓν ὑπετάξαμεν τούτοις ἡμῶν τοῖς γράμμασιν ἵνα μηδέν σου τὴν ἐπιμέλειαν λανθάνῃ. ἔτους β Θὼθ ϛ. ἔστι δέ.
ἐν μὲν κώμῃ Σύρων παρὰ κωμάρχοις πρόβατα σύνμεικτα οβ, ἀρνίον α, αἶγες ὁμοίως ιδ, καὶ ἐν ἐποικίῳ Ἀννιανοῦ, ὅ ἐστι περὶ κώμην Σεναώ, παρὰ τοῖς ἀπὸ τοῦ ἐποικίου πρόβατα σύνμεικτα ϛ, αἶγες ὁμοίως ϛ, βοῦς τελεία α, δαμάλιον αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.