no image
DDbDP-text
Will of Aurelius Petrus via HGV-meta
Will of Aurelius Petros of Tammon. Opening of the will of Aurelius Petros, son of Pamtas and Martha, from the village of Tammon in the Oxyrhynchite nome. He declares himself of sound mind and says he dictated the will to the village scribe to prevent disputes among his heirs over his small estate. Dated 7 February 586 under the emperor Maurice. machine translation
Linked by Trismegistos ID
TM 17209.
Each record below describes this same artifact or text from a different angle.
χμγ
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου
τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους γ
Μεχεὶρ ιγ ἰνδικτίονος δ ἔτους σξδ καὶ σλα.
ΑὐρήλιοςΠέτρος υἱὸς Παμτᾶ μητρὸς Μάρθας ὁρμώμενος ἀπὸ κώμης Τάμμονος τοῦ Ὀξυρυγχίτου νομοῦ
διατίθεμαι τὰ ἑξῆς ὑποτεταγμένα τὰ ἀνθρώπινα λογιζόμενος καὶ τὸ κοινὸν τοῦ βίου τέλος
καὶ τὴν ἐμὴν ἔκβασιν, ἔτι δὲ μᾶλλον νῶν καὶ φρονῶν καὶ τὸν λογισμὸν τῶν ἐμαυτοῦ καλῶς καὶ ὀρθῶς
φέρων καὶ τὴν διάνοιάν μου ἐρρωμένην ἔχων καὶ ἀκεραίαν, τὰ αἰσθητήρια ἀβλαβής, εἰδὼς ὡς ὀφείλει
[…]…[…] ταύτης τῆς ἐμῆς τελευταίας βουλήσεως πρὸς τὸ τοῖς μετʼ ἐμὲ μὴ ἐᾶσαι ἀφορμὴν ἢ ἁψιμαχίαν
[…]… χάριν τοῦ ἐμοῦ ἐλαχίστου κληρονομήματος διελόμενος πρὸς τὸν κωμογραμματέα
προσελθὼν ὑπηγόρευσα αὐτοῦ ταύτην μου τὴν διαθήκην ἤτοι βουλημάτιον, ἥντινα καὶ κωδικιλλοῦν
πρὸς τὸ τῶν τρόπων ἐπέχειν δύναμιν ἰσχύειν καὶ ἀσάλευτον εἶναι ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας τῷ
πολιτικῷ καὶ πραιτωρίῳ δικαίῳ τῷ ξενικῷ κεφαλαίου χάριν.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.