no image
DDbDP-text
Note about an Inheritance via HGV-meta
Linked by Trismegistos ID
TM 16930.
Each record below describes this same artifact or text from a different angle.
τὸ σχεδάριονσχιδαριν τῆς ὀφειλούσης γενέσθαι διαλύσεως μεταξὺ τῶν τριῶν κορασίων τῶν ἀνεψιῶνἀναιψιῶν ἐπι ποιῆσαι τὰς διαλύσεις ὅτε καιρὸς γένηται τοῦ δοθῆναι ἑκάστῃ ἃ ὀφείλει λαβεῖν. καὶ ἡ μὲν τῆς μείζονος διάλυσις γίνεται ὅτι ἔλαβεν κατὰ προσθήκην πρόσοδον νομίσματα ρκ, ἡ δὲ τῆς μέσης ὅτι κατὰ προσθήκην ἔλαβεν νομίσματα ρ ὁμοίως· ἡ δὲ τῆς μικροτέρας οὐδέν. τὸ δὲ κεφάλαιον τὸ περὶ τῶν νομισμάτων ρ τῶν εἰς εὐσεβεῖς χρείας καταλειφθέντων παρὰ τῆς μακαρίας μου ἀδελφῆς εἰς μόνην τὴν διάλυσιν Πατρικίας δηλονότι πίπτει. καὶ ἵνα ἴστε ταῦτα καὶ μὴ ἐκκρούηται, ἔγραψα. ἐποίησα δὲ καὶ μανδᾶτα δύο , ἐπιτρέπων διʼ αὐτῶν δοθῆναι αὐταῖς τὰ πράγματα, ἓν μὲν μανδᾶτον ἐπιτρέπων ταῖς δύο ταῖς μειζοτέραις αἰτῆσαι ἃ ὀφείλουσιν λαβεῖν μετὰ τῆς προσθήκης τῆς προσόδου τῆς ὀφειλούσης ἑκάστηι δοθῆναι, μηδὲ ἐπιτρέπων δοθῆναι τῇ μικροτέρᾳ ἃ ὀφείλει λαβεῖν φ ἐγὼ γὰρ ποιῶν τὴν προσθήκην δοθῆναι ταῖς μειζοτέραις οὐ συνεῖδον τὸν υἱόν μου ὁμοῦ εἰδεῖν, ἵνα μὴ καὶ αὐτὸς πρόφασιν σχῇ τοῦ αἰτεῖν καὶ παρενοχλῆσαι ἡμῖν περὶ προσθήκης· ἀλλʼ ἴδια ἐποίησα ἐν τῷ δευτέρῳ περὶ τῆς μικροτέρας μόνης, ἐπιτρέπων αὐτῇ δοθῆναι τὸ προσῆκον μέρος, μὴ μνησθεὶς ἐν αὐτῷ προσθήκης, ἵνα μηδενὸς εἰδότος ἡ διάλυσις γένηται. ἐπίδος τῷ κόμετι Σχολαστικίῳ παρὰ τοῦ Κύρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.