Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.27.2479

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

τῷ ἐμῷ ἀγαθῷ εὐεργέτῃ καὶ δεσπότῃ δέησις καὶ ἱκεσία παρὰ Πιηοῦτος ὑμετέρου δούλου ἀπὸ ἐποικίου Κινέας. τὸ φιλόπτωχον καὶ φιλόχριστον τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας παρὰ πᾶσαν τὴν γῆν ἐξελθὸν πολλοὺς ταύτης προσφεύγειν αὐτῇ παρεσκεύασαν, οἵτινες προσερχόμενοι τοῦ δικαίου καὶ πάσης ἐλεημοσύνης τυγχάνουσι. ὅθεν κἀγὼ ὁ ἐλεεινὸςκαὶ τωελε προσέρχομαι καταδακρύων καὶ διδάσκων κατὰ ἐμαυτὸν ὡς γεωργὸς ἐναπόγραφος τυγχάνω τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας καὶ ὡς πρὸ τριῶν τούτων ἐνιαυτῶν ἐτελεύτησαν τὰ ἐμὰ κτήνη καὶ ἀπέστηνἀνέστην τῆςἀπὸ ἐμῆς γεωργίας, ὡς εἴρηται, πρὸ τριῶν ἐνιαυτῶν καὶ ἔμεινα ἐπὶ ξένης. καὶ ἐπὶ τὸν αὐτὸν τριέτη χρόνον παραμένων ἐπὶ ξένης ὅπως εὕρω ἀποτροφὰςἀνατροφὰς καὶ ἀποτραφῆναίἀναγραφῆναί με μετὰ τῶν ἐμῶν τέκνων ητοῦ κτήματος παρακαλῶ καὶ ἱκετεύω τὴν ὑμετέραν πανευκλεῆ δεσποτείανδεσποτείαν εἰ παρασταίη ἵνααὐτῇ προστάξῃπροστάξαι εἰσελθεῖν με ἐν τῷ κτήματι καὶ μὴ ἀπαιτηθῆναί με ὑπὲρ οὗ οὐκης. ἔσπειρα ὅπως ἐφεξῆς δυνηθῶ ἐργάσασθαι ἐν τῷ αὐτῷ κτήματι καὶ ἀποθρέψαιἀναθρέψαι τὰ ἐμὰ ἄθλια τέκνα. καὶ ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ τὰς εὐχάς μου ὑπὲρ τῆς ζωῆς τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας. ἀδυνάτως γὰρ ἔχω, δέσποτα, συντελέσαι ὑπὲρ οὗ οὐ σπείρω. εἰσὶν γὰρ οἱ σπείροντεςσπείραντες καὶ δυνάμενοι συντελέσαι. καὶ τοῦτο δὲ διδάσκω ὡς ὅτι ἐλθὼν ἐν τῷ κτήματι ὁ προνοητὴς διήρπαξεν πάντα τὰ εὐτελῆ μου πράγματα χάριν τῆς τοιαύτης αἰτίας. καὶ παρακαλῶ τοῦ ὑμετέρου ἐλέους τυχεῖν. μάρτυρα γὰρ ἐπικαλοῦμαι τὸν δεσπότην θεὸν ὡς ὅτι τὸ κλάσαικλύσαι ἤτοι τὸ ξηρὸν ψωμίονψωμὶν οὐκ ἔχω φαγεῖν μετὰ τῶν ἐμῶν τέκνων προκειμένης ταύτης ἕνεκα τῆς εὐθενείαςεὐθενίας. καὶ τούτου χάριν κατέφυγα αὐτῇ ὅπως ἐναριθμηθῆναί με μετὰ πάντων τῶν εὐεργετηθέντων παρὰ αὐτῆς, πανευκλεέστατε εὐεργέτα, δέσποτα, κύριε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.