Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.3.67279

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φλαυίῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ δέησις καὶ ἰκεσία παρὰ ἐμοῦ Ἀπολλῶτος ἐλεεινοῦ ἀπὸ Πούχεως τῆς κώμης τοῦ Ἀνταιοπολίτου νομοῦ. εὐεργέτημα μέγιστον πρόκειται πᾶσι τοῖς ἀδικουμένοις ἢ τῆς ὑμετέρας εὐκλείας ἐκδικία. ἐγὼ τοίνυν, τοῦτο αὐτὸ ἀκριβῶς ἐπιστάμενος, πρόσειμιπρόσιμι τοῖς εὐκλεέσι καὶ ἀνεπάφοις ὑμῶν ἴχνεσι, βουλόμενος τῶν δικαίων τυχεῖν, ἐν ἀφάτοις περιπεπτωκὼς ζημιώμασι, μηδενὸς προκειμένου, παρὰ τῆς σεμνοπρεπεστάτης κυρᾶς Θεοφίλης, τῆς γαμετῆς τοῦ τῆς περιβλέπτου μνήμης Φοιβάμμωνος Διοσκόρου Ἰουλίου. τὸ γὰρδε κατʼ ἐμὲ πρᾶγμα ἐν τούτοις ἔχω. διδάσκω τὴν ὑμέτεραν ἐνδοξοτάτην φιλανθρωπίαν, ἣν ὁ θεὸς καὶ οἱ θειότατοι δεσπόται τῶν σκήπτρων προέκριναν καταστήσαντες ἄρχειν ταύτην τὴν ἀθλίαν Θηβαίων χώραν, καὶ ἀναστεῖλαι τὰ πικρὰ τῶν ἐνοικούντων αὐτὴν ἀδικήματα, εὖ εἰδότες αὐτῆς τὸ μισοπόνηρον ἐν ἅπασι καὶ πολυμελὲς αὐτῆς δικαιοπραγέστερον, ὡς μισθωτὴς ἐτύγχανον τοῦ εἰρημένου τῆς προρηθείσης ἀνδρὸς Θεοφίλης, φημὶ δὴ τοῦ μακαρίου κομέτος Φοιβάμμωνος, καὶ τῶν ἐκφορίων τῶν ὑπʼ ἐμὲ τούτου τὴν ἀπόδοσιν ἐκ πλήρους ποιοῦμαι κατʼκαθʼ ἔτος μετὰ πάσης εὐγνωμοσύνης. καὶ τῆς τοποτηρησίας ἐπιλαβόμενος τῆς Ἀνταιοπολιτῶν πρώην, Δίος, ὁ λαμπρότατος καγκελλάριος, ὁ καὶ υἱὸς Θεοδοσίου Βίκτορος Ἰουλίου, ἐπεξῆλθεν μοι ὑπὲρ Θεοφίλης καὶ Διοσκόρου τοῦ λαμπροτάτου αὐτῆς υἱοῦ, ἀπῄτησέν με ἐπὶ τῆς ἀρχῆς Ἀθανασίου τοῦ ὑπερφυεστάτου νομίσματα μ εὔσταθμα. καὶ τούτου τοῦ τρόπου, ὑπὲρ αὐτῶν πάλιν, τοποτηρητὴς γενάμενος Ἑλλάδιος ὁ λαμπρότατος σκρινιάριος ἀπῄτησέν με ἕτερα ὑπὲρ αὐτῶν νομίσματα η. καὶ οὐ μόνον ὅτι παρεῖδονπαρῖδεν με εἰς ταῦτα ὁ αὐτὸς Διόσκορος καὶ Θεοφίλη ἡ αὐτοῦ μήτηρ, μηδὲν ἐκ τούτων δεδωκότες μοι, ἀλλὰ καὶ ἐπʼ αὐτοῖς τούτοις ἀφείλαντό μοι δέκα ἕξ κυκλάτας ἵππους ἐμὰς, θ μὲν ἐμὰς, ζ δὲ τῆς μητρός μου· καὶ του βιαίως ἀπέσπασαν παρασκευσάσαντες μτα αμιας τοῖς τούτων γράμμασι καὶ ταῖς κ· καὶ βοικὰ ζῷα ἐννέα, καὶ ὑποζύγια δύο , καὶ τρεῖς ἀχυροθήκας ἐμὰς μεμεστωμέναςμεμεσωμένας σαργάναιςἀρτάβαισ σιτίνου τε καὶ ξηροῦ χόρτου, καὶ εἴκοσι σίτου, καὶ οἴνου ἀγγεῖαἀγγῖα ἑκατὸν δὲκα ἕξ , καὶ ἐρέαςἐραίας λίτρας ἑξήκοντα , καὶ τῆς ἐμῆς ἀμάξης ὀπίσσωτρον σιδηροῦν ἓν ἑνὸς ταύτης τροχοῦ ἤτοι περίβλημα, καὶ τριῶν ἐνιαυτῶν τὸν καρπὸν ἤτοι τὸν οἶνον τῶν ὑπʼ ἐμὲ χωρίων. ὅθεν ἐξορκίζω ὑμᾶς κατὰ τῆς ἀθανάτου κορυφῆς καὶ τῶν θεοσεβεστάτων βασιλέων καὶ οἰκουμενικῶν ἡμῶν δεσποτῶν τοῦ διαδήματος, καὶ τῆς ὑπὲρ πάντα σωτηρίας ὑμῶν, εἰ παρασταίη προστάξαι ἱκανῶς ἐκδικηθῆναί με καὶ ἀναλημφθῆναι τὰ εἰρημένα μου πράγματα καὶ ζημιώματα παρὰ τῶν εἰρημένων Θεοφίλης τε καὶ Διοσκόρου· ἀδίκως καὶ ἐπὶ αἰτίᾳ αὐτῶν καὶ προφάσει ἀπῃτήθην ὑπὲρ αὐτῶν παρὰ τῶν εἰρημένων Ἑλλαδίου καὶ Δίου τῶν μετʼ ἀλλήλους τοποτηρησάντων τοτὲ, καὶ ἐχθρῶς γε τῶν χρησαμένων κατʼ ἐμοῦ. καὶ ἀντὶ ταύτης τῆς εὐεργεσίας τὸ τρίτον βλήσεως προσ πορίσω μὲν τοῖς ὑμῶν παιδαρίοις εἰς λόγον δωρεᾶς ὑπὲρ ἐξανύσεως, τὸ δὲ δίμοιρον ὅπως καὶ ἐγὼκἀγὼ εὕρω, εἰς ἀνατροφὴν τῆς ἐμῆς γεραιότητος καὶ τῶν νηπίων ἐμῶν τέκνων τῶν ἐλεεινοτάτων δούλων ὑμῶν· ὅπως ἐνδελεχῆ πρεσβείαν καὶ εὐχὴν διὰ παντὸς ἀνύψω πρὸς τὸν Θεὸν, ὑπὲρ διαμονῆς καὶ σωτηρίας τῆς ὑμῶν φιλανθρωπίας, δέσποτα . δέησις καὶ ἱκεσία παρὰ Ἀπολλῶτος ἐλεεινοῦἐλεινοῦ ἀπὸ Πούχεως κώμης τοῦ Ἀνταιοπολίτου νομοῦ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.