Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.472

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

αυτη. καὶ γὰρ ἀπὸ τῆς ἐκείνου οἰκίας ἐξεληλύθει πεφαρμακεῦσθαι λέγων καὶ ἀπὸ μὲν τῆς Ἑρμιόνης οἰκίας ἐξιὼν οὔτʼ ἔφη πρός τινα αἰσθέσθαι οὐδενὸς οὐδʼ ὅλως ὑπόνοιαν οὐδεμίαν ἔσχεν, ἀπὸ δὲ τῆς ἑαυτοῦ τε καὶ τοῦ κληρονομεῖν μέλλοντος υἱοῦ προῆλθε πεφαρμακεῦσθαι λέγων. εἶχεν μὲν οὖν αἰτίας τοῦ καὶ αὐτὸς ἑαυτῷααυτω προσενεγκεῖνπροσενενκεῖν φάρμακον ἃς καὶ ἄλλοι πολλοὶ τὸν θάνατον τοῦ ζῆν προκρίναντεςπροκρείναντες, καὶ γὰρ ὑπὸ δανειστῶν ὤλλυ το καὶ ἠπόρει. εἰ δʼ ἄρα τις καὶ ἐπεβούλευσεν αὐτῷ ὁ υἱὸς ἐπιτηδει ότατος. διὰ τί δʼ ἐπήνεγκενἐπήνενκεν τὸ ἔνκλημα ταύτῃ δῆλον. δύναται μὲν γὰρ καὶ ἄλλα τινὰ λελυπῆσθαιλελοιπῆσθαι παρὰ τὸν τῆς προνοίας χρόνον, διαδείκνυσιδιαδίκνυσι δὲ τὸ πρᾶγμα ὅτι καὶ ἐζηλοτύπει αὐτὴν μὴ ἐπισταμένην καὶ ἄνδρα μὲν αὐτῆς ἑαυτὸν ἐκάλει, οὐκ ἀξιούμενος δὲ ταύτης τῆς προσηγορίας ὑπʼ αὐτῆς καὶ ἐρωτικῶςερωτικος ἤλγει καὶ ἐπιζῆν ἑαυτῷ ταύτην οὐκ ἤθελεν . ἐὰν λέγωσιν δοῦλον Σμάραγδον ἀνεύρετον γεγονέναι αὐτὸν αἰτίαν ἔχοντα τοῦ τὴν πίστιν κεκλοφέναι , φησὶν δʼ οὖν καὶ πίστιν γεγονέναι ἵνα κλεπῇ, οὐ δύναται γὰρ κεκλέ φθαι τὸ μηδʼ ἀρχὴν γενόμενον μὴ δυνατὸν δʼ εἶναι μηδὲ πίστιν γεγράφθαι. οὔτε γὰρ ἡ ἀγοράσασαἀγορασα γράμματα ᾔδει οὔτε ἡ νῦν ἐνκαλουμένη Ἑρμιόνη, οὔτε ξένος οὐδεὶς ἄλλης καταγραφείσης πίστιν παρʼ ἑαυτοῦ δίδωσι. ὥστε καὶ παρὰ τίνος ἂν εἴποι τὴν πίστιν ἐσχηκέναι; παρὰ παντὸς γὰρ ἄκυρος ἦν. εἰ δὲ ἀπέδρα δοῦλος οὐδὲν δύναται τοῦτο κατὰ δεσπότου. ἔτι μέντοι περὶερι τοῦ μηδὲ πίστιν εἶναι καὶ ἡ νομὴ συνβάλλεται. τῶν γὰρ ἐν πίστει καταγραφέντων τὸ ὄνομα μόνον εἰς τοὺς χρηματισμοὺς παρεθέντων, οὔπωοὐκετι δʼ ἀντιποιουμένων ὧν κατεγράφησαν ἡ μὲν ἀγοράσασαἀγορασα φανερά ἐστιν καὶ ἀντιπεποιημένη καὶ ἀφʼ οὗπερ ἠγόρασε καρπουμένη, ὁ δʼ ἀφʼ οὗπερ πέπρακε οὐκέτι ἀλλὰ καὶ τῶν τῆς μητρὸς τὴν οἰκονομίαν ὡς προνοητὴς ποιούμενος τούτοις δʼ οὐκδὲ ἐνχειρῶν . ἐὰν κοινόν ὁμολόγημα λέγωσι γεγο νέναι τῆς θυγατρὸς πρὸς τὴν Ἑρμιόνην ἑκατὸν πεντήκοντα κεραμίων καὶ ἀπὸ τούτων ὧν ἠγόρασεν κτημάτων φαμὲν τοῦτο πᾶν μηδὲν εἶναι πρὸς τὸν κατήγορον. οὐ γὰρ εἴ τι ἔπραξε θυγάτηρ πρὸς τὴν μητέρα τοῦτο αὐτοῖς εἰς συκοφαντίαν εὕρημα, ὅμως δὲ οὔτε τῶν αὐτῶν χρόνων οὐδὲ τοῦτο ἀλλὰ μετʼ ἐνι αυτὸν ἐγγὺςἐνγὺς δὴ οὔτε ἑκατὸν πεντήκοντα κεραμίων χορηγία πρὸς πίστιν τεσσάρων ταλάντων οὐδὲν ἐστι, ταῦτα γὰρ μόνον ἑνὸς ἐστιν τόκος. ἀλλὰ μὴν υτων πίστεως περὶ τούτων οὔσης παρὰ τῷ δοκοῦντι πεπρακέναι ἑτέρῳ ἂν ἑαυτὴν γράμ ματι ἡ θυγάτηρ κατηγγύακατηνγύα τῷ δημοσίῳ μελλήσουσα ἀφαιρε θήσεσθαι ὁπότε ἐκείνῳ ἐδόκει; ἀλλὰ καὶ τὸ τῆς χορηγίας τοιοῦτον ἦν· τῇ γὰρ Ἑρμιόνῃ τρεῖς παῖδες ἦσαν, Ἀφροδν, Διονυσία, τν τῆς Διονυσίας τὸ προ Ἑρμιόνη ἔκστασιν τοῦ μηνεν ηςτερου τῶν παίδων τοῦ πρεσβυτέρου, ἐδεήθη ἡ Διονυσία τῆς μητρὸς μὴ ἐπὶ μόνοις αὐτὴν ἀπολιπεῖν τοῖς διαταγῆναιδιατηγῆναι φθάσασινφθασασιν ἀλλά τι καὶ παρασχεῖν ὡς ἐπὶ ἑνὶ μόνῳ σαλεύουσαν, καὶ ἡ μὲν Ἑρμιόνη δίδωσιν αὐτῇ ἓν ἥμισυ τάλαντον. ἡ δʼ ἵνα μὴ καὶ ζῶσα ἡ μήτηρ τούτων στερῆται δίδωσι ἀντὶ τόκου κατʼ ἐνιαυτὸν τὴν χορηγίαν ταύτην καὶ τοῦτο αὐτὸ γέγραπται κατὰ τὸ κοινὸννκινον ὁμολό γημα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.