no image
DDbDP-text
Registration of an Ephebus via HGV-meta
Application to enrol a son among the ephebes. An application by Ammonios son of Theon to the prytanis Marcus Claudius Serenus and the other prytaneis to have his son Nilammon, born of his sister Thaubarion, enrolled among the ephebes of Hadrian's 18th year. It was written at Oxyrhynchus in AD 132-133. machine translation
Linked by Trismegistos ID
TM 20613.
Each record below describes this same artifact or text from a different angle.
Μάρκῳ Κλαυδίῳ Σερήνῳ νεωκόρῳ τοῦ
μεγάλου Σαράπιδος τῶν κεχιλιαρχηκότων
γενομένῳ ἐπάρχῳ σπείρης πρώτης
Δαμασκηνῶν καὶ ἀρχιγεωργῷ ἱερεῖ ἐξηγητῇ
καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι
παρὰ Ἀμμωνίου τοῦ Θέωνος τοῦ
Σαραπίωνος Προπαπποσεβαστείου τοῦ
καὶ Ἀλθαιέως τῶν τὸ πέμπτον ἔτος
Δομιτιανοῦ ἐφηβευκότων. βουλόμενος εἰσκρῖναι εἰς τοὺς τὸ εἰσιὸν ὀκτωκαιδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἐφήβους
τὸν γεγονότα μοι ἐκ τῆς ἀδελφῆς μου
Θαυβαρίου ἀστῆς ἣ μετήλλαχεν υἱὸν
Νειλάμμωνα ἀξιῶ ὑμᾶς συντάξαι
τοῖς πρὸς τούτοις οὖσι λαβοῦσί μου
χειρογραφίανπερὶ τοῦ ἀληθῆ εἶναι
τὰ προκείμενα γράψαι οἷς καθήκει
χρηματίζειν μοιτελοῦντι τὰ πρὸς
τὴν εἴσκρισιν καὶ ἐφηβείαν τοῦ
προγεγραμμένου μου υἱοῦ Νειλάμμωνος καὶ προσαγγεῖλαι τῷ τε κοσμητῇ καὶ τῷ γυμνασιάρχῳ τοῖς
οὖσι προσδέξασθαι αὐτὸν εἰς τοὺς
ἐφήβουςἵνʼ ὦ πεφιλανθρωπημένος.
Νειλάμμων Ἀμμωνίου ἔφηβος ἀπʼ Ὀξυρύγχων πόλεως
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.