Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.3.497 frühes IIOxyrhynchos

Marriage - Contract via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 28355. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

μων πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν χωρὶς εὐδοκούσης τῆς Ἀμμωνοῦτος εστω, κατὰ τὰ αὐτὰ μηδὲ Ἀμμωνοῦτι ἐξέστω ἀπόκοι τον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Θέωνος οἰκίας μηδὲ ἄλλῳ ἀνδρὶ συνεῖναι μηδὲ αἰσχύνειν Θέωνα ὅσα φέρει αἰσχύνην ἀνδρὶ μηδὲ φθείρειν τὸν κοινὸν οἶκον. ἐὰν δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται Ἀμμωνοῦς ἀπαλλάσσεσθαι ἀπὸ Θέωνος καὶ τῆς φερνῆς τὴν ἀπαίτησιν ποιεῖσθαι ἀπολιποῦσα Θέωνα ἀποδότω αὐτῇ Θέων τὰς δραχμὰς κοσίας ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ. ἐὰν δὲ Ἀμμωνοῦς βούληται τῆς φερνῆς τὴν ἀπαίτησιν ποιεῖσθαι ἔστω ἀντὶ ταύτης μόνων τῶν ἑξα κοσίων δραχμῶν κον χορηγείτω ὁ αὐτὸς Θέων τοῖς τέκνοις τὰ πρὸς τὴν διατροφὴν ἐὰν δὲ μετὰ τὸν ἀπʼ ἀλλήλων χωρισμὸν συμβῇ τὰ ἐξ ἀλλήλων τέκνα μεταλλάξαι ἀποδότω Θέων Χαιρήμονι ἐὰν ζῇ εἰ δὲ μὴ τοῖς ταύτης ἔγγισταἔνγιστα γένους οὖσι τὴν φερνὴν καὶ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας. συνφερομένων δʼ αὐτῶν εἴη μὲν ὑγεία, ἐὰν δέ τινι αὐτῶν συμβῇ τελευ τῆσαι τῶν ἐσομένων αὐτοῖς ἐξ ἀλλήλων τέκνων ἤ τινων αὐτῶν ἀφηλίκων ὄντων ἔστω Ἀμμωνοῦς καὶ ὁ ὑπὸ τοῦ Θέωνος κατασταθησόμενος ἕκαστος κατὰ τὸ ἥμισυ ἀμφότεροι ἐπίτροποι τῶν τέκνων διαιτωμένων παρὰ τῇ μητρὶ μέχρι τοῦ εἰς ἡλικίαν ἐλθεῖν. ἐὰν δὲ μηθεὶς πρὸς τῷ κατασταθῇ ἐγλόγιστος τούτων καὶ τῶν καταλειφθησομένων αὐτοῖς. ἐὰν δὲ Ἀμμωνοῦς προτέρα τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ λιπόντων ἀποδότω Θέων τῷ ταύτης πατρὶ καὶ ἐκδότῃ Χαιρήμονι ἐὰν περιῆι, εἰ δὲ μή, τοῖς ταύτης ἔγγισταἔνγιστα γένους οὖσι τὴν φερνὴν ἐν ἡμέραις ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας. ἐὰν δὲ ὁ Θέων πρότερος τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων κομισαμένη Ἀμμωνοῦς πρώτη τὴν φερνὴν καὶ τὰ ἄλλα αὐτῆς ἅπαντα ἐκ τοῦ ὑπο ἐπὶ δὲ πασῶν τῶν περὶ τῆς ἀπαιτήσεως καὶ ἀνακομιδῆς τῆς φερνῆς διαστολῶν ἡ πρᾶξις ἔστω Ἀμμωνοῦτι καὶ τοῖς αὐτῆς ἐκ τοῦ Θέωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καθότι πρὸς ἀλλήλους συνεχώρησαν, τῆς τοῦ δακτυλίου ἐγλογῆς οὔ σης περὶ Ἀμμωνοῦν ἐὰν αἱρῆται. Θέων τοῦ Ἀχιλλέως Προπαπποσεβάστιος ὁ καὶ Ἀλθαιεὺς μητρὸς Δημητρίας ἔχω τὴν φερνὴν Χαιρήμων ος ὁ καὶ ἈλθαιεὺςἈλθεεὺς ἐκδέδομαι τὴν θυγατέρα μου Σαραπίωνος τοῦ Ἀρτεμιδώρου Αὐξιμήτριος ὁ καὶ δραχμὰς κεφαλαίου ἀφʼἐφʼ ὑμῶν ἐκ πλήρους ἐπὶ πᾶσι τοῖς προκειμένοις ου ἔγραψα ὑπὲρ αὐτοῦ βραδέα γράφοντος. οτ κβ, γαμικὴ Ἀμμωνοῦτος πρὸς Θέωνα.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.