no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20633.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐμίσθωσεν Τρύφων Ἀριστάνδρου
καὶ Σαραπίων Ἡρώδου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἀπολλωνίῳ
Ὥρου τῶν ἀπὸ κώμης Σενέπτα
Πέρσῃ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς ἕκτον ἔτος Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς περὶ τὴν αὐτὴν κώμην ἐκ τοῦ Δίωνος κλήρου τὰς ἀπὸ ἐπικαλάμου ἀρούρας
δέκα ἥμισυ , ὧν γείτονες ἀπηλιώτου Διδύμου νότου τῶν προγεγραμμένων βορρᾶ τῶν αὐτῶν
λιβὸς Σεύθου Ποτάμωνος,
ὥστε ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν
καὶ ἐπινομήν, φόρου ἑκάστης
ἀρούρης μηδεμιᾶς γεωμετρίας
γενομένης ἀνὰ ἀργυρίου δραχμὰς τριάκοντα ἓξ ἀκίνδυνα
παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς
γῆς δημοσίων ὄντων πρὸς τὸν
μεμισθωκότα, ὃν καὶ κυριεύειν
τῶν καρπῶν ἕως ἂν τὸν φόρον
κομίσηται. τῆς δὲ μισθώσεως
βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τὸν φόρον τῷ
Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους,
ὃ δʼ ἂν προσοφειλέσῃ ἀποτεισάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι
ἔκ τε τοῦ αὐτοῦ Ἀπολλωνίου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ
πάντων καθάπερ ἐκ δίκης.
κυρία ἡ μίσθωσις. ἔτους ἕκτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε.
Σαραπίων Ἡρώδου συνμεμίσθωμαι τὰς προκειμένας ἀρούρας
δέκα ἥμισυ μηδεμιᾶς γεωμετρίας
γενομένης ἀνὰ ἀργυρίου δραχμὰς τριάκοντα ἓξ κατʼ ἄρουραν
ὡς πρόκειται. χρόνος
ὁ αὐτός.
[v]
Ἀπολλωνίου
μίσθωσις εἰς τὸ ϛ ἔτος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.