no image
DDbDP-text
Lease of a House via HGV-meta
Linked by Trismegistos ID
TM 20636.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Διονυσία Χαιρήμο νος μετὰ κυρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου Διογένους ἱερέως Φαυστείνης Σεβαστῆς ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Πτολέμα Θέ ωνος Ἀντινοίδι διὰ Ἰουλᾶτος Διδύ μου θέσει Δημητρίου τοῦ καὶ Ἀπολ λωνίου ἀπʼ Ὀξυρύγχων πόλεως ἐφʼ ἐ νιαυτὸν ἕνα καὶ μῆνας ἓξ ἀπὸ νεομη νίας τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος τετάρτου ἔτους τῶν κυρίων Αὐτοκρατόρων Ἀντωνίνου καὶ Οὐήρου τὴν ὑπάρχουσαν αὐτῇ πρό τερον τοῦ ἐξανεψίου αὐτῆς Χαιρή μονος Ἀντινοέως ἐν Ὀξυρύγχων πό λει ἐπʼ ἀμφόδου Τεμγενούθεως οἰ κίαν καὶ αὐλὴν καὶ αἴθρια δύο ὧνκν ἐν τῷ ἑτέρῳ ἐστὶν φρέαρ καὶ τὴν προσ οῦσαν τῇ οἰκίᾳ παραδρομίδα καὶ ἕτερα χρηστήρια καὶ εἴσοδον καὶ ἔξ οδον, ἐνοικίου τῶν μισθουμένων ὡς τοῦ ἐνιαυτοῦ ἑνὸς ὡς τοῦ ἐνιαυ τοῦ ἑνὸς ἀργυρίου δραχμῶν διακο σίων . τῆς δὲ μισθώσεως βεβαιου μένης ἀποδότω ἡ μεμισθωμέ νη τῇ μεμισθωκυίᾳμεμισθωκυίῃ ἐπὶ συν κλεισμῷ ἑκάστης ἑξαμήνου τὰς αἱρούσας τῶν ἐνοικίων δραχμὰς ἑκατὸν καὶ χράσθω σὺν τοῖς παρʼ αὐ τῆς τοῖς μισθουμένοι αὐτῇ ὡς πρό κειται ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν παραδότω καθαρὰ ἀπὸ κο πρίων καὶ ἃς παρείληφεν θύρας καὶ κλεῖς πάντων τῶν τόπων καὶ τοῦ προκειμένου φρέατος τροχελλέαν σὺν σχοινίῳ καινῷ καὶ τὰς οὔσας λη νοὺς λιθίνας δύο ὑδριῶν καὶ ὅλμου ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν καὶ ὃ ἐὰν προσοφειλέσῃ ἐ νοίκιον μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ μεμισθωκυίᾳμεμισθωκυιῃ ἔκ τε τῆς μεμισθωμένης καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῇ πάντων, τοῦ φυλάκτρου καὶ πλινθευομένης ὄντων πρὸς τὴν μεμισθωκυῖαν. κυρία ἡ μί σθωσις. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαμενὼθ ε. Ἀπίων ὁ καὶ Διο νύσιος ἐπιγέγραμμαι τῆς μητρός μου κύρι ος καὶ μεμίσθωκα σὺν τοῖς ἐπάνω τὰς ἐν τῇ αὐλῇ κέλλας. χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.