no image
DDbDP-text
Letter of Cornelius via HGV-meta
Letter of advice from Cornelius to his son Hierax, a student. A private letter from Cornelius to his son Hierax, who is studying away from home, urging him to avoid quarrels and concentrate on his books, and announcing the dispatch of clothes, money and a monthly allowance. It was found at Oxyrhynchus and dates to the 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 28371.
Each record below describes this same artifact or text from a different angle.
[r]
Κορνήλιος Ἱέρακι τῷ γλυκυτάτωι υἱῷ
χαίρειν.
ἡδέως σε ἀσπαζόμεθα πάντες οἱ ἐν οἴκωι καὶ
τοὺς μετʼ ἐσοῦ πάντας. περὶ οὗ μοι πολλάκις
γράφεις ἀνθρώπου μηδὲν προσποιηθῇς
ἕως ἐπʼ ἀγαθῷ πρὸς σὲ παραγένωμαι σὺν Οὐηστείνῳ μετὰ καὶ τῶν ὄνων. ἐὰν γὰρ θεοὶ θέλωσι τάχιον πρὸς σὲ ἥξω μετὰ τὸν Μεχεὶρ μῆνα
ἐπεὶ ἐν χερσὶν ἔχω ἐπείξιμα ἔργα. ὅρα μηδενὶ ἀνθρώπων ἐν τῇ οἰκίᾳ προσκρούσῃς, ἀλλὰ τοῖς
βιβλίοις σου αὐτὸ μόνον πρόσεχε φιλολογῶν
καὶ ἀπʼ αὐτῶν ὄνησιν ἕξεις. κόμισαι διὰ Ὀννωφρᾶ τὰ ἱμάτια τὰ λευκὰ τὰ δυνάμενα
μετὰ τῶν πορφυρῶν φορεῖσθαι φαινολίων,
τὰ ἄλλα μετὰ τῶν μουρσίνων φορέσεις.
διὰ Ἀνουβᾶ πέμψω σοι καὶ ἀργύριον καὶ
ἐπιμήνια καὶ τὸ ἄλλο ζεῦγος τῶν ὑσγίνων.
τοῖς ὀψαρίοις ἐξήλλαξας ἡμᾶς, τούτων καὶ τὴν
τιμὴν διʼ Ἀνουβᾶ πέμψω σοι, μέντοιγε
ἕως πρὸς σὲ ἔλθῃ Ἀνουβᾶς ἀπὸ τοῦ σοῦ χαλκοῦ τὸ
ὀψώνιόν σου καὶ τῶν σῶν ἐξοδίασον
ἕως πέμψω. ἔστι δὲ τοῦ Τῦβι μηνὸς
σοὶ ὅ θέλεις, Φρονίμῳ δραχμαὶ ιϛ, τοῖς περὶ Ἀβάσκαντον
καὶ Μύρωνι δραχμαὶ θ, Σεκούνδῳ δραχμαὶ ιβ. πέμψον Φρόνιμον πρὸς Ἀσκληπιάδην ἐμῶι
ὀνόματι καὶ λαβέτω παρʼ αὐτοῦ ἀντιφώνησιν ἧς ἔγραψα αὐτῷ ἐπιστολῆς καὶ πέμψον.
περὶ ὧν θέλεις δήλωσόν μοι. ἔρρωσο, τέκνον.
Τῦβι ιϛ.
[v]
Ἱέρακι υἱῷ ἀπὸ Κορνηλίου πατρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.