no image
DDbDP-text
Letters from Tauris via HGV-meta
Letters from Tauris to Apeitheon and Theodoros requesting combs, wool and footwear. Two private letters from a woman named Tauris, one to her 'father' Apeitheon (with greetings to a Kyra) and one to her 'brother' Theodoros, asking for combs, storax, purple wool, footwear and other household goods. They come from the Oxyrhynchite nome, 3rd-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 30439.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ κυρίῳ μου πατρὶ
Ἀπειθέωνι Ταῧρις
χαίρειν
πέμψον ἡμῖν
δύο κτενία γερδιαινῶν
καὶ δύο ὀγκίας στυρακίου ἀλλὰ καὶ δύο κτενία
μεγάλα τῆς κεφαλῆς.
καθὼς εἴρηκάς μοι
εἰς τὸ χωρίον πέμπω
σοι τὰ τοιαῦτα, πέμψον.
τὸ πορφύριον ὃ ἔλεγες
ὅτι ἀγοράζω ἀγόρασον.
εἰπὲ οὖν τῇ ἀδελφῇ
τῆς γυναικὸς Διοσκόρου
λέγειν Διδύμῃ ὅτι καθὼς
εἴρηκας δικαρυτιδα
εἰ ποιεῖς, αὐτὰ ποίησον,
εἰ οὐ ποιεῖς, τὸ πορφύριον
καὶ τὰ στυππεῖα τοῦ πατρός
μου. ἀσπάζομαι Εισθυρ
καὶ τὴν ἀδελφήν σου Σουσάννα. καθὼς εἴρηκας οὖν,
Κύρα, ὅτι πέμπω σοι σαβακάθια, πέμψον, καὶ πέμπω
σοι τὰ τῶν Αἰγυπτίων. ἀσπάζομαί σε, Κύρα, καὶ τὴν
ἀδελφήν σου καὶ τὴν ἀδελφὴν
τῆς μητρός σου.
[v]
τῷ κυρίῳ μου ἀδελφῷ Θεωδώρῳ Ταῧρεις πλεῖστα χαίρειν. ἀγόρασόν μοι, κύριέ μου ἄδελφε, τρία σαβακάθια
καὶ τὸ καλίγιον κ… ὃ εἴρηκας καὶ τρία σόλια τὰ εἰς βαλανεῖα· τὸ ἡμιλίτριον τρυφερὸν ὃ ἔδωκά σοι εἰς χρῆσιν
λάβε ποίησον αὐτὸ φακιάριον ἢ φέρε αὐτοῦ τὴν τιμήν· πέμψον μοι δύο κτενία μεγάλα. καθὼς
εἴρηκας ὅτι … ἀγοράζω, ἐρχόμενος ἔξω μνήσθητι τοῦ ὅρκου· τὸ μικρὸν μανουάλιον τὸ
εἰς τὸν σάκκον μηδενὶ αὐτὸ δῷς. ἔνεγκον αὐτὸν ἐρχόμενος. ὃ ἡμιλίτριον τρυφερὸν α…ειν…το
εἰς τὸ καβιειν. εἶπε ὁ υἱὸς Ἡρακλειανὸς ὅτι τὰ δύο τάλαντα, εἰ δοκεῖ σοι, απο[…]… πορφύριον ἀγόρασον.
ἀσπάζομαί σε Ηρακλ…ν καὶ τὸν σύμβιόν σου. ἀσπάζομαι Θεοδ[…]ου. ταχὺ ἔρχῃ ἵνα ἴδωμέν σε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.