Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.34.2722
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
αθας Θῶνις Ψενεφθᾶτος τοῦ Ψενεφθᾶτος μητρὸς ἀπʼ Ὀξυρύγχων πόλεως πυραίθης Ἀθηνᾶς Θοήριδος θεᾶς μεγίστης Πέρσης τῆς ἐπιγονῆς τῷ ἐμαυτοῦ ἀδελφιδῷ Θώνει Ἡφαιστᾶτος τοῦ Ψενεφθᾶτος μητρὸς Τασεῦτος ἀπὸ τῆς αὐτῆς πόλεως πυραίθῃ τῆς αὐτῆς θεοῦ χαίρειν· ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου Ἱέρακος καὶ τῶν σὺν αὐτῷ ἐπιτηρητῶν τραπέζης ἐπακολου θοῦντος Μαρτιᾶλλις ὑπόσχεσιν δεδωκότος ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς ἑξακοσίας γείνονται ἀργυρίου δραχμαὶ ἑξακόσιαι κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶ τος μηνὸς Φαρμοῦθι καὶ ἐπάναγκον ἀποδώσω σοι τὸν μὲν τόκον κατὰ μῆνα τὸ δὲ κεφάλαιον τριακάδι Φαμενὼθ τοῦ εἰκοστοῦ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου χωρὶς πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται συν χωρῶ μένειν περὶ σὲ τὸν Θῶνιν Ἡφαιστᾶτος καὶ ἐκγόνους καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους ἀνθʼ οὗ ἐὰν μὴ ἀποδῶ μετὰ τὴν προθεσμίαν τὴν κράτησιν καὶ κυρείαν εἰς τὸν ἀεὶ χρόνον τῶν ἐπιβαλλόντων μοι μερῶν πάντων κοινῇ πρὸς τοὺς ἀδελφούς μου Τασενπώθην καὶ τὸν πατέρα σου Ἡφαιστᾶν ἐπʼ ἀμφόδου Δεκάτης ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐν ῥύμῃ τυφλῇ οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων ὧν ὅλων γείτονες νότου Σαραπίωνος βορρᾶβορᾶ εἴσοδος ἀπηλιώτου Ἄπιος λιβὸς ἐμοῦ καὶ τῶν ἀδελφῶν καὶ τάξασθαί σε διὰ σεαυτοῦ ἐὰν αἱρῇ τὰ ὑπὲρ τούτων τέλη καὶ δεσπόζεινδεσπόζιν αὐτῶν ὡς ἂν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἂν αἱρῇ μηδεμιᾶς μοι ἐφόδου καταλειπομένης ἀλλὰ καὶ ἀπάνανκον παρέξομαίπαρέξομέ σοι καὶ τοῖς παρὰ σοῦ τὰ αὐτὰ μέρη τῶν ἐγγαίωνἐνγέων διὰ παντὸς βέβαια ἀπὸ πάντων πάσῃπάσι βεβαιώσειβεβαιώσι καὶ καθαρὰ ἀπὸ ἀπογραφῆς πάσης καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου καὶ μέχρι ἀποδόσεως οὐκ ἔξεσταί μοι τὰ αὐτὰ μέρη τῶν ἐνγαίων οὐδὲ μέρος πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐ δʼ ἄλλως καταχρηματίζεινκαθαχρηματίζιν κατʼ οὐδένα τρόπον οὐδὲ ἀπο γράφεσθαι ἐπʼ αὐτῶν οὐδένα ἢ πᾶν τὸ ὑπεναντίως πρα χθησόμενον ἄκυρον εἷναι ἐξόντος σοι διὰ σεαυτοῦ ἀπὸ τοῦ νῦν ὁποτὰν αἱρῇ κατοχὴν τούτων ποιήσασθαι διὰ τῆς τῶν ἐγκτήσεωνἐνχρήσεων βιβλιοθήκης ἄχρι ἀποδῶ σοι τὸ κεφάλαιον καὶ τοὺς τόκους, αἱρέσεως καὶ ἐκλογῆςἐγλογῆς οὔσης περὶ σὲ τὸν Θῶνιν Ἡφαιστᾶτος ἐὰν βούλῃ μετὰ τὸν χρόνον μὴ δι καιοπραγουμένουδικαιοπραγμουμένου μου τῷ κεφαλαίῳ καὶ τόκοις κυρι εύειν ἀντὶ τούτων τῶν αὐτῶν μερῶν τῆς οἰκίας ἐπὶ τοῖς προκειμένοις ἢ τὴν πρᾶξιν ποιήσασθαι τοῦ τε αὐτοῦ κεφαλαίου καὶ τῶν ὠνομασμένων καὶ τοῦ ὑπερ πεσόντος χρόνου ἴσων δραχμιαίων τόκων ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν μερῶν τῆς οἰκίας καὶ ἐκ τῶν ἄλλων τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκἐγ δίκης· κυρία ἡ χεὶρ πανταχῆ ἐπιφερομένη· ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς· Φαρμοῦθι δ· Θῶνις Ψενεφθ ᾶτος τοῦ Ψενεφθᾶτος ἔχω παρὰ τοῦ ἀδελ φιδοῦ μου ΘώνιοςΘωνις Ἡφεστᾶτος τοῦ αὐτοῦ ἀργυ ρίου δραχμὰς ἑξακοσίας κεφαλαίουκεπαλέου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶτοςἀνεστῶτος μηνὸς Φαρμοῦθι καὶ ἀποδώσω τὸν μὲν τόκον κατὰ μῆνα τὸ δὲ κεφάλαιονκεπάλεον τριακάδι Φαμενὼθ τοῦ εἰκοστοῦ ἔτους ἈντωνίνουἈντονίνου Καίσαρος τοῦ κυρίου, εἰ δὲ μή, κυριεύσει τῶν ἐπιβαλλόντωναἰπιβαλλώντων μοι μερῶν πάντων κοινῇκοινης πρὸς τοὺς ἀδελ φούςἀδελπούς μου Τασεμφώθην καὶ τὸν πατέρα αὐ τοῦ Ἡφεστᾶν ἐπʼ ἀμφώδου Δεκάτης ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐν ῥύμῃ τυφλῇτυπλῇ οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ πᾶσι τοῖς προκειμένοις ὡς καὶ σενπώθου ἀδελφοῦ Θώνιος καὶ Ἡφαιστᾶτος διὰ τραπέζης ἐφʼ ὑποθήκῃ μερῶν οἰκιῶνCross-references (3)
- TM-Text 16594 primary
- DDbDP-Text p.oxy;34;2722 tier-1
- HGV-Text 16594 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.