Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.247

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Εὐδαίμονος πρεσβυτέρου ἀμφοτέρων ἀπὸ Ἑρμοῦ πόλεως τῆς ὑπὲρ Μέμφιν. ὀφειλομένων τῷ μετηλλαχότι ἀτε κνῷ καὶ ἀδιαθέτῳ υἱῷ μου Εὐδαίμονι οὗ εἶμι κληρονόμος ὑπὸ Διδύμης Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως καθʼ ἃς διέταξεν ὁ αὐτὸς Εὐδαίμων γενέσθαι κατὰ πίστιν εἰς Σαραπιάδα Ἑρμαίου ἀπὸ τῆς αὐτῆς πόλεως συνγραφὰς δανείων τρεῖς ἐφʼ ὑποθήκῃ κατοικικαῖς τῆς Διδύμης ἀρούραις δεκαὲξ τετάρτῳ ἐκ τοῦ Διονυσίου κλήρου περὶ υ τοῦ Πατεμίτου ἄνω τὴν μὲν προτέραν ἐπὶ τοῦ πρώτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ ἀργυρίου δρα χμῶν χιλίωνχειλίων ἑξακοσίων εἰκοσιοκτὼ εἰς ἀπόδοσιν Μεχεὶρ τοῦ τρίτου ἔτους Δομιτιανοῦ Καίσαρος του κυρίου, τὴν δὲ δευ τέραν ἐπὶ τοῦ Φαρμοῦθι μηνὸς τοῦ προκειμένου πρώτου ἔτους ἄλλων ἀργυρίου δραχμῶν χιλίωνχειλίων ἑξακοσίων εἰς ἀπό δοσιν Φαμενὼθ τριακάδα τοῦ τετάρτου ἔτους καὶ τὴν τρίτην ἐπὶ τῆς πέμπτης τῶν ἐπαγομένων τοῦ αὐτοῦ τετάρ του ἔτους ἄλλων δραχμῶν πεντακοσίων τεσσεράκοντα εἰς ἀπόδοσιν Φαρμοῦθι τοῦ ἑξῆς πέμπτου ἔτους ἀκολού θως ᾧ ἀνήνεγκεν ἡ Σαραπιὰς πρὸς τὸν υἱόν μου ΕὐδαίμοναΕὐδαίμωνα περιόντα δημοσίῳ χρηματισμῷ διὰ τοῦ αὐτοῦ ἀγορανο μείου ἐπὶ τοῦ αὐτοῦ πέμπτου ἔτους μηνὸς Νέου Σεβαστοῦ ἐξομολογουμένηεξομολογουμενην τὴν πίστινπίστην τῶν αὐτῶν τριῶν συνγρα φῶν δηλώσασα καὶ τὰ τέλη καὶ τὰς δαπάνας τῶν ὑπερχρονίων ὑπʼ αὐτοῦ δεδόσθαι. ὀφειλομένων δὲ τῷ αὐτῷ υἱῷ μου ΕὐδαίμονιΕὐδαίμωνι ὑπὸ τῆς αὐτῆς ὑπόχρεω Διδύμης κατʼ ἄλλην συνγραφὴν δανείου διὰ τοῦ αὐτοῦ ἀγορανομείουἀγορανομίου ἐπὶ τοῦ αὐτοῦ πέμπτου ἔτους μηνὸς Χοίακ ἄλλων δραχμῶν ἐνακοσίων πεντήκοντα εἰς ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐ τοῦ πέμπτου ἔτους ἐπὶ ταῖς προκειμέναις ἀρούραις καὶ κατὰ διαγραφὴν διὰ τῆς ἐπὶ τῶν τόπων Ὡρίωνος τοῦ Σύρου τραπέζης ἐπʼ ὀνόματος τοῦ αὐτοῦ Εὐδαίμονος ἐπὶ τοῦ αὐτοῦ πέμπτου ἔτους ἄλλων δραχμῶν τετρακοσίων δεκατριῶν εἰς ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐτοῦ πέμπτου ἔτους, προσγραφέντος τῇ διαγραφῇ, μὴ ἐξεῖναι τῇ Διδύμῃ περιλύ ειν τὰς ὑποθήκας ἐὰν μὴ καὶ τὰ διὰ τῆς διαγραφῆς ἀποδοῖ, καὶ μηδεμίας ἀποδόσεως ἀπὸ πάντων τῶν ὀφειλομένων ὡς πρόκειται γενηθείσης μέχρι νῦν μήτε τῷ υἱῷ μου περιόντι μήδε ἐμοῖ μετὰ θάνατον αὐτοῦ ἀναγκαίως προῆλθον ἐπὶ τῆς σῆς ἐξουσίας καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ἑρμοπολίτου στρατηγῷ μεταδοῦναι τῇ ὑπόχρεῳ Διδύμῃ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως ἀποδοῖ μοι τά τε προκείμενα κεφάλαια πάντα καὶ τοὺς τῶν ὑπερχρονίων μέ χρι νῦν τόκους καὶ τὰ τέλη καὶ δαπάνας ὁμοίως σὺν τόκοις ἢ εἰδῇ πρὸς μὲν τὰ διὰ τῶν συνγραφῶν ὀφειλόμενα ἐμβαδεύσοντά μεμοι εἰς τὰς ὑποτεθειμένας ὡς πρόκειται ἀρούρας καὶ κρατήσοντα αὐτῶν κυρίως καὶ ἀποισόμε νον τὰ ἐξ αὐτῶν περιεσόμενα πάντα ἔτι δὲ καὶ οἰκονομήσονταοἰκονομήσαντα περὶ αὐτῶν ὡς ἐὰν αἱρῶμαι μηδενὸς αὐτῇ μη δʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς περὶ τούτων καταλειπομένου λόγου ἀλλὰ καὶ ἐξακολουθεῖν αὐτῇ τὴν βεβαίωσιν ἀκολούθως ταῖς διὰ τῶν συνγραφῶν δηλωθείσαις διαστολαῖς πρὸς δὲ τὰ διὰ τῆς διαγραφῆς ὀφειλόμε να τὴν πρᾶξίν με ποιησόμενονποησόμενον ἐξ ὧν ἐὰν ἄλλων εὑρίσκω τῆς Διδύμης ὑπαρχόντων τῶν δὲ ἄλλων τῶν κατʼ ἐμαυτὸν καὶ τὸν προγεγραμμένον μου υἱὸν δικαίων πάντων κατὰ πάντα τρόπον ἀντέχομαι καὶ ἀνθέξο μαι ἐν οὐδενὶ ἐλαττούμενος, πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.