no image
DDbDP-text
Letter from Maximus via HGV-meta
Letter from Maximus to his mother Zenobia asking her to send his wife. A Christian private letter from Maximus to his mother Zenobia, sent with a traveller, exchanging greetings and urgently asking her, after repeated requests, to send his wife Salamaei to him, since his commanding officer, the praepositus, will not give anyone leave. It dates to the 4th or 5th century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 32646.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῇ κυρίᾳ μου μητρὶ Ζηνοβίᾳ
Μάξιμος ἐν κυρίῳ θεῷ χαίρειν.
καὶ νῦν κατʼ εὐχὴν συμβέβηκεν εὐπορεῖν
τοῦ προσερχομένου καὶ τὴν σὴν
ἀμίμητον διάθεσιν προσειπεῖν.
πρόσειπε ἀπʼ ἐμοῦ τὴν σύμβιόν μου
Σαλαμάει· ἀσπάζεται ὑμᾶς ἡ μήτηρ μου
Ῥουφῖνα· πρόσειπε ἀπʼ ἐμοῦ τοὺς ἀδελφούς μου κατʼ ὄνομα· ἅπαξ καὶ δὶς
καὶ τρὶς ἐδήλωσά σου τοῦ σε ἀποστεῖλαι
τὴν σύμβιόν μου καὶ οὐκ ἐβουλήθης· νῦν δὲ
μὴ ἀμελήσῃς νυκτὸς καὶ ἡμέρας
τοῦ σε ἀποστεῖλαί με τὴν σύμβιόν μου.
κλέος γάρ μού ἐστιν καὶ ε…δ…ξι…[…]
τοῦ με παριέναι πρὸς ὑμᾶς· πάλαι μὲν
καὶ ὑμεῖς οὐκ ἀγνοεῖτε ὅτι ὁ κύριός μου
πραιπόσιτιος οὐκ ἀπολύει οὐδένα. παρακαλῶ δέ, ἀντιγράψατέ μοι ὑπὲρ τῆς ὑμῶν
ὑγιείας ἵνα ὑπερθέμενος ευθυμης…[…]
προσαγορεύω πάντας τοὺς ἡδέως ὑμᾶς
ἔχοντας κατʼ ὄνομα. ἐρρῶσθαι ὑμᾶς
εὔχομαι πολλοῖς
χρόνοις.
[v]
…[…]…[…] Ζηνοβίᾳ παρὰ Μαξίμου […]…
χαίρεινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.