no image
DDbDP-text
Edict concerning Legal Procedure via HGV-meta
Prefectural edict on procedure at the assize. Copy of an edict of a prefect of Egypt, issued under Trajan, regulating procedure at the assize: exemptions for the infirm, penalties for false names, a ban on bribery, and arrangements for unfinished cases. It is dated 27 March AD 111 and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 16545.
Each record below describes this same artifact or text from a different angle.
τῶν ἐπισινῶν ἢ ἄλλαις αἰτίαις ἀπολυθῆναι βουλομένων οἱ κωμογραμματεῖς
ἔνορκοι τὰ ὀνόματα διδότωσαν τοῦ στρατηγοῦ παρακολουθοῦντος. οἱ δὲ πλαστοῖς
ὑποδυόμενοι ὀνόμασιν οὐ χρηματικὴν πείσονται ζημίαν, τὸν τοῦ
θεῶν ἐμφανεστάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ πλανῶντες ἔλεον. οὐδεμίαν οἱ τοῖς βιβλίοις ἐμφερόμενοι παραίτησιν ἕξουσιν ὑπερτίθεσθαι βουλόμενοι, πάλαι τοῦ διαλογισμοῦ τὴν προθεσμίαν
εἰδότες. τὰς δωροδοκίας ἐπὶ πᾶσι κωλύω γείνεσθαι, μὴ νῦν πρῶτον ἀπαγορεύων τὸ κακούργημα τοῦτο. οἱ φίλους ἡγεμονικοὺς λαβόντες πρότερον
κριτὰς καὶ μὴ ἀπαρτισθέντες ἐντυνχανετωσαν Ἰουλίῳ Μαξίμῳ τῷ ἀρχιστάτορι φίλωι, οἱ δʼ ἄλλοι πρὸς τοὺς τῶν προτεθέντων τοῦ διαλογισμοῦ ἐξήκοντος μὴ φθάσῃ ἀκουσθῆναι δυνήσεται ἐπὶ τοῦ κατὰ νομὸν στρατηγοῦ
κριθῆναι. ἐὰν δὲ οἱ κριταὶ αἴτιοι γένωνται τῆς παρολκῆς, καθέξω αὐτοὺς μέχρι ἂν ἀπαρτίσωσι τὰς διαγνώσεις. προτεθήτω. ἔτους ιδ Φαρμοῦθι α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.