no image
DDbDP-text
Oath of a Clerk in the Bureau of a Strategus via HGV-meta
Oath of an assistant in the bureau of the strategos, with guarantor. Sworn declaration by Aurelius Pekysis of Oxyrhynchus, nominated by the city's phylarch to serve as an assistant in the office of the strategos Aurelius Herakleios alias Hermias for the coming year, promising to perform the service faithfully. Aurelius Sarapammon stands as his guarantor; dated 19 July 277. machine translation
Linked by Trismegistos ID
TM 16555.
Each record below describes this same artifact or text from a different angle.
ὑπ στρατηγίας τοῦ εἰσιόντος γ ἔτους
Αὐρηλίῳ Ἡρακλείῳ
τῷ καὶ Ἑρμίᾳ στρατηγῷ Ὀξυρυγχίτου.
Αὐρήλιος Πεκῦσις Ἀπίωνος τοῦ Πεκύσιος μητρὸς Θαμουίδος
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως
ἀναδοθεὶς ὑπὸ τοῦ
τῆς αὐτῆς πόλεως φυλάρχου τοῦ εἰσιόντος γ ἔτους εἰς
ὑπηρεσίαν τῆς στρατηγίας
ὀμνύω τὴν τοῦ κυρίου
ἡμῶν Μάρκου Αὐρηλίου
Πρόβου Καίσαρος Σεβαστοῦ
τύχην ἀντιλήμψεσθαι
τῆς δηλουμένης ὑπηρεσίας καὶ ἐκτελέσειν ταύτην
ἐνφανὴς ὢν ὑγιῶς
καὶ πιστῶς καὶ προσκαρτερῶν τῇ στρατηγίᾳ ἀδιαλείπτως εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος
εἴην τῷ ὅρκῳ. παρέσχον
δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Σαραπάμμωνα
Πολέμωνος μητρὸς
Ἡρακλείας ἀπὸ τῆς αὐτῆς
πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους β Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου
Πρόβου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἐπεὶφ κε.
Αὐρήλιος Πεκῦσις
ὤμοσα τὸν ὅρκον
καὶ ἐκτελέσω τὴν
χρείαν ὡς πρόκειται.
Αὐρήλιος Σαραπάμων ὀμόσας
τὸν ὅρκον ἐγγυῶμαι
τὸν Πεκῦσιν ὡς πρόκειται. Αὐρήλιος
Σαραπίων ἔγραψα ὑπὲρ αὐτοῦ
μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.