Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.38.2857
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Τιβέριος Κλαύδιος Τιβερίου ελεύθερος Ἀλέξανδρος διαθή κην ἔθετο. Κλαυδία Θεανοῦς ἡ συνεξελευθέρα μου πάντων τῶν ὑπαρχόντων μοι ἐμοὶ κληρονόμος ἔστω, οἱ δὲ λοιποὶ πάντες ἀποκληρόνομοί μοι ἔστωσαν· αὑτή τε κατάδικος ἔστω διδόναι ποιεῖν πάντα ὅσα ἐν ταύτῃ τῇ διαθήκῃ ἐνγεγραμμένα ἔσονται χωρὶς δόλου πονηροῦ, ἀποφηνάσθω τε τὴν κληρονομίαν μου ἐν ἡμέραις ρ ταῖς ἔνγιστα αἷς γνώσεται δυνήσεταί τε μαρτύρεσθαι ἑαυτήν μου κληρονόμον εἶναι. ἐὰν δὲ μὴ ἀποφήνηται μήτε μαρτύρηται, ἀποκληρόνομος ἔστω. Τιβέριος Κλαύδιος Πτολεμαῖος ὁ ταύτης υἱὸς δευτέρῳ τόπῳ ἐμοὶ κληρονόμος ἔστω, οἱ δ πάντες ἀποκληρόνομοι ἔσ τωσαν· οὗτός τε κατάδικος ἔστω διδόναι ποιεῖν πάντα ὅσα ν μου κληρονόμον μητέρα τε αὐτοῦ διδόναι ἀποφηνάσθω τε τὴν κληρονομίαν μου ἐν ἡμέραις ταῖς ἔνγιστα χωρὶς δόλου πονηροῦ. ὅστις μου κληρονόμος ηται παρατίθεμαι δοῦναιδῶναι. Τιβερίωι Κλαυδίῳ Θεωνᾷθεωνι συνεξελευθέρῳ μου δίδωμι καταλείπωκαταλίπω δραχμὰς ἑκατόν · Τιβερίῳ Κλαυδίῳ Δημητρίῳ συνεξελευθέρῳ μου δίδωμι κα ταλείπωκαταλίπω δραχμὰς ἑκατόν . τοῦ σώματός μου τὴν ἐπιμέλειαν τῷ κληρονόμῳ μου καταλείπω, εἰς ὃ δαπανηθῆναι θέλω μὴ ἔλαττον δραχμῶν ἑκατόν . ἐὰν δέ τι μετὰ ταύτην μου τὴν διαθήκην πινακίσιπινακείσι κωδικίλλοις χάρτῃ ἢ ἄλλῳ τινὶ ει ὑπʼ ἐμοῦ γεγραμμένον ἢ ὑπογεγραμμένον ἐσφρα γισμένον τε καταλείπω, διʼ οὗ δοθῆναί τι ἢ γενέσθαι παρέ χειν τε ἐπιτρέψω κωλύσω τε, ἐν ἴσῳ βέβαιον εἶναι θέλω ὡς καὶ ταύτην μου τὴν διαθήκην. ταύτης τῆς διαθήκης δόλος πονηρὸς ἀπίτω. οἰκετείαν χρήματά τε διαθήκης γεινομένης ἐπρίατο σηστερτίω νούμμῳ α ζυγοστατοῦντος ἀντεμαρτύρατο ἡ διαθήκη ἐγένετο ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος πρὸ ιϛ Καλανδῶν Ἰουνίων Λουκίῳ Ἰουλίῳ Οὔρσῳ Σερουιανῷ τὸ γ Τίτο Οὐιβίῳ Οὐάρῳ ὑπάτοις ἔτους ιη αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ σεβαστοῦ Παχών κβ. ΤιβέριοςΤιιβέριοςτιιβιριος Κλαύδιος Ἀλέξανδρος ἀνέγνων μου τὴν διαθήκην πρὸς ἣν ἠθέλησα τὴν Ῥωμαϊκήν μου γραφῆναι. συμφωνεῖσυμφωνῖ μοι γὰρ πάντα ὡς πρόκιται. tf umbonorumeo dedfacereea ntsdmcer sscietpoteritq eritqueex t undolocom eeaomnia matrem eamindi ereser otheona mticlaud entm com qCross-references (3)
- TM-Text 22244 primary
- DDbDP-Text p.oxy;38;2857 tier-1
- HGV-Text 22244 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.