Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.38.2874
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐμίσθωσεν Στράτων Ἡλιοδώρου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Παχνοῦβι Τοτοέ ως τοῦ Τρύφωνος τῶν ἀπὸ κώμης Ταναίεως Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη τέσσαρα βροχὰς τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμαικοῦ Δακικοῦ τὰς ὑπαρχούσας αὐτῶι περὶ τὴν αὐ τὴν Ταναίιν ἐκ τοῦ Νικαίου κλήρου ἀρούρας εἰκόσιἐκόσι τέσσαρας , ὥστε σπεῖραι κα τʼ ἔτος τὸ μὲν ἥμισυ πυρῶι τὸ τʼ ἕτε ρον ἥμισυ ξυλαμῆσαι ἀράκωι χόρτωι, ἐκφορίου κατʼ ἔτος ἀποτάκτου τοῦ μὲν ἐνεστῶτος ἔτους πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα ἑννέα , τῶν δʼ ἄλ λων ἐτῶν τριῶν κατʼ ἔτος ἀποτάκτου πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα τεσσάρων , καὶ κατʼ ἔτος τοῦ ἐκβησομένου ἀχύρου τὸ ἥμισυ, ἀκίνδυνα πάντα κατʼ ἔτος παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὸν Στράτωνα ὃν καὶ κυριεύειν τῶν κατʼ ἔτος καρπῶν ἕως τὸ κατʼ ἔτος ἀπότακτον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδό τωἀποδότωι ὁ μεμισθωμένος τῶι μεμισθωκότι τὸ κατʼ ἔτος ἀπότακτον ἀεὶ ἐν Παῦνι μηνὶ ἐφʼ ἅλω Ταναίεως πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον, μετρούμενον μέτρῳ τετάρτῳ παραλημπτικῷ αὐτοῦ Στράτωνος, γεινομένης τῆς μετρήσεως ὑφʼ οὗ ἐὰν αἱρῆται Στράτων. ἐπάναγκον παραδώσει ὁ μεμισθωμένος τὸ ἔδαφος τεθρυοκοπημένον καὶ τὸ ἥμισυ μέρος ἀπὸ ἀναπαύματος ἀράκῳ χόρτῳ ἀπὸ κοπῆς. ἐὰν δέ τις ἄβροχος γένηται, πα ραδεχθήσεται τῷ μεμισθωμένῳ πρὸς ἀνάλογον τοῦ ἀποτάκτου. καὶ ἡ πρᾶξις ἔστω Στράτωνι ἔκ τε τοῦ μεμισθω μένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ μίσθωσις. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Φαῶφι ιε. Παχνοῦβις Τοτοέως τοῦ Τρύφωνος μεμίσθωμαι τὰς εἴκοσι τέσσαρας ἀρούρας ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου κατʼ ἔτος ἀποτάκτου τοῦ μὲν ἐνεστῶτος ἔτους πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα ἐννέα , τῶν δʼ ἄλλων ἐτῶν τριῶν κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα τεσσάρων , καὶ τοῦ ἐγβησομένου κατʼ ἔτος ἀχύρου τὸ ἥμισυ, καὶ ἀποδώσω πάντα κατʼ ἔτος καὶ ποιήσομαι τὴν κατʼ ἔ τος θρυοκοπίαν, καὶ παραδώσω τῷ ἐσχάτῳ ἐνιαυτῷ τὸ ἥμισυ μέρος τῶν προκειμέ νων ἀρουρῶν ἀπὸ ἀναπαύματος κοπῆς ἀράκου καὶ χόρτουχόρτω. καὶ παραδώσω τεθρυο κοπημένας ταῖς ἰδίαις μου δαπάναις. καὶ ἀποδώσω καὶ ἕκαστα ποιήσω ὡς πρόκειται. Πλούταρχος ΠαχνοῦβιοςΠαχνοῦβις ἔγραψα ὑπὲρ τοῦ πα τρός μου μὴ εἰδότος γράμματα. ἔτους δωδεκάτουενδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Φαῶφι ιε.Cross-references (3)
- TM-Text 22258 primary
- DDbDP-Text p.oxy;38;2874 tier-1
- HGV-Text 22258 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.