no image
DDbDP-text
Oath of Guard via HGV-meta
Linked by Trismegistos ID
TM 31834.
Each record below describes this same artifact or text from a different angle.
Καλπουρνίῳ Ἰσιδώρῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Μεμφίτου Διογένης Ἰμούθου μητρὸς Ἡραΐδος ἀπὸ κώμης Ψοαφρῆ τοῦ αὐτοῦ νομοῦ, ἀναδοθεὶς ἅμʼ ἄλλοις ὑπὸ τοῦ τῆς κώμης κωμογραμματέως εἰς τὸ παραφυλάξαι ἐν ἁλιάδι ἐν τῷ μεγάλῳ ποταμῷ ἀπὸ ὅρμου κώμης αχε φρῆ μεχρὶ Συκαμείνου, ὀμνύω τὴν τοῦ κυρίου Αὐτοκράτορος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστοῦ τύχην παραφυλάξειν νυκτός τε καὶ ἡμέρας ἐν τοῖς προκειμένοις ὁρίοις ἀδιαλείπτως καὶ ἀμέμπτως, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὰς Βαυθλᾶν Ἀπείτωτος μητρὸς Ἀπλωναρίου καὶ Νεμεσίωνα Ἰμούθου μητρὸς Ἡραΐδος, ἀμφοτέρους ἀπὸ τῆς αὐτῆς κώμης παρόντας καὶ εὐδοκοῦνταςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.