no image
DDbDP-text
Petition to the Epistrategus via HGV-meta
Linked by Trismegistos ID
TM 20417.
Each record below describes this same artifact or text from a different angle.
Τίτῳ Κλαυδίῳ Ξενοφῶντι τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ἀνθεστίου Πρείμου τοῦ καὶ Λολλιανοῦ σαντος καὶ ἀρχιερατεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως ἐπριάμην μὲν παρὰ Διονυσίου ἐκ τοῦ ου ου σὺν τῷ ἈλεξάνδρουἈλεξάνδρῳ τὰς περὶ Σέννιν ὑπαρχούσας αὐτῷ ἐκ διαιρέσεως γενομένης πρὸς καὶ τὸν ἀδελφὸν Ἀπολλώνιον νεώτερον ἀρούρας σιτικὰςσειτικὰς πεντήκον τα δὺο ἥμισυ καὶ ἐν οἰκοπέδοις ἀρούρης ἥμισυ καθαρὰς ἀπὸ βασιλικῆς καὶ οὐσιακῆς καὶ ἱερᾶς ἀκολούθως ᾗ πεποίημαι πρὸς τοὺς ἀδελφοὺς διαιρέσει τελοῦντός μου τὰ τῆς ἰδιωτικῆς μόνης δημόσια. χρόνῳ δὲ παμπόλλῳ ὕστε ρον μετὰ τεσσαράκοντα ἔτη οὐκ οἶδʼ ὅπως τοῦ πράτου Διονυσίου ἀποθανόν τος ὁ τῆς α κωμογραμματεὺς περὶ ὅν ἐστιν καὶ ἡ Σέννις ὡς ἐξ ἐπερω τήσεως κτήτορος παρʼ οὗ δεήσει τὴν ἀπαίτησιν ποιήσασθαι δημοσίων ἀρουρῶν τεσσάρων βασιλικῆς ἐν πυροῦ ἀρτάβαις δεκαπέντε προσεφώνησεν τὰς τέσσαρας ταύτας ἀρούρας τῆς βασιλικῆς συναναμίγους εἶναι τῇ ὑπαρ χούσῃ μοι γῇ τῶν πεντήκοντα τριῶν ἃς ἐπριάμην παρὰ τοῦ Διονυσίου καὶ ου, ὡς ἐκ τούτου δεῖν τὰ δημόσια ὑπʼ ἐμοῦ ἀποδοθῆναι υ μήτε βασιλικὴν συνανάμιγον ἐσχηκότος μηδʼ αὖ γεωρ γοῦντος μηδʼ ὅλως γνωρίζοντός τι τῶν ὑπὸ τοῦ κωμογραμματέως προσφωνηθέντων ἔτι δὲ ἄνωθεν τῶν δημοσίων ἀποδιδομένων ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν τεσσάρων ὡς εἰκὸς ὑπὸ ἑτέρων. ἐπεὶ οὖν βλάβη ἔπαθον οὐκ ὀλίγα, ἄδικον δὲ μὴ γεωργοῦντα ἀπαιτεῖσθαί με δημό σια ὑπὲρ ἀλλοτρίας γῆς, δέομαι, ἐάν σοι δόξῃ, γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ ἵνα ᾧ προσῆκόν ἐστιν τοῦτο πρᾶξαιπραξη ἐπιστείλῃ κατὰ τὰ διατεταγμένα ἐνιευ τὰς ὑπὸ τοῦ κωμογραμματέως προσφωνηθείσας ἀρούρας τέσσαρας βασιλικῆς συναναμίγους εἶναι τῇ ἰδιωτικῇ μου καὶ προσφωνήσῃ τὸν ἐπικρατοῦντα παρʼ οὗ καὶ εὐλόγως ἡ ἀπαίτησις τῶν δημοσίων γενήσεται. περὶ γὰρ ὧν ἀπῃτήθην οὐ δέον δημο σίων μενεῖ μοι ὁ λόγος πρὸς τὸν φανησόμενον, ἀντιποιούμενον, ἵνʼ ὦ βεβοηθημένος. διευτύχει. Ἀνθέστιος Πρεῖμος ὁ καὶ Λολλιανὸς διὰ Ἀπολλωνίου ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.