no image
DDbDP-text
Registration of a Deed via HGV-meta
Linked by Trismegistos ID
TM 20418.
Each record below describes this same artifact or text from a different angle.
Ἀχιλλεῖ τῷ καὶ Κασίῳ στρατηγῷ
παρὰ Διδύμου Ἀμμωνίου μητρὸς Ἑλένης ἀποίκου Ἡλίου πόλεως. οὗ ἐπόρισα
ἐκ τοῦ καταλογείου χρηματισμοῦ ἐστιν ἀντίγραφον· Οὐιτάλιος ὁ ἱερεὺς καὶ
ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς
ὑπόκειται. ἔρρωσο. ἔτους β Γαίου Πεσκεννίου Νίγερος Ἰούστου Σεβαστοῦ Φαῶφι κη.
[…]…ηρη… σεσημείωμαι. Πολέμων Πα…[…] γραμματεὺς καταλογείου[…]…πο ἔγραψα.
Οὐιταλίῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν
καὶ τῶν ἄλλων κριτηρίων παρὰ Διδύμου Ἀμμωνίου μητρὸς Ἑλένης
ἀποίκου Ἡλίου πόλεως. τοῦ προειμένου μοι ἁπλοῦ χειρογράφου ἀντίγραφον ὑπόκειται.
Παποντῶς Βίθυος μητρὸς Τσενπαχοῦτος ἀπὸ τοῦ Τρύφωνος Εἰσείου τοῦ
Ὀξυρυγχείτου νομοῦ Διδύμῳ Ἀπολλωνίου μητρὸς Ἑλένης ἀποίκου
Ἡλίου πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι
σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀπὸ τῶν ὑπαρχόντων μοι ἐν τῷ αὐτῷ
Τρύφωνος Εἰσείῳ ἐν τοῖς ἀπὸ νότου μέρεσι τῆς κώμης ἥμισυ μέρος
οἰκιῶν δύο διστέγου καὶ αἰθρίου κοινῶν πρὸς τὸν ἀδελφόν μου Παοῦν,
ὧν γείτονες τῆς μὲν μιᾶς τοῦ αἰθρίου νότου εἴσοδος καὶ ἔξοδος βορρᾶ κληρονόμων Διογᾶτος ἀπηλιώτου κληρονόμων Ὥρου λιβὸς δημοσία ῥύμη, τῆς δὲ δευτέρας νότου Παποντῶτος Μούθιος βορρᾶ Ἡρακλείδου
Ὡρείωνος ἀπηλιώτου δημοσία ῥύμη λιβὸς Μιύσιος Μέλανος,
τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ὑπὲρ παραχωρητικοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν δισχιλίων , ἃς
αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς[…]δραση γεινόμενος
βεβαιοῦν δέ με αὐτὰς τὰς οἰκίας καθαρὰς ἀπό τε δημοσίας
καὶ ἰδιωτικῆς ὀφειλῆς καὶ ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ εἴδους
οὑτινοσοῦν ἄλλου καὶ ἐξουσίας σοι οὔσης ἑτέροις παραχωρεῖν καὶ
διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ. κυρία ἡ ὁμολογία
γραφεῖσα ὑπʼ ἐμοῦ τοῦ Παποντῶτος ἰδιόγραφος μου χωρὶς ἀλείφατος
καὶ ἐπιγραφῆς ὡς ἐν δημοσίῳ κατακεχωρισμένη. ἔτους α Γαίου
Πεσκεννίου Νίγερος Ἰούστου Σεβαστοῦ Παῦνι κ. βουλόμενος οὖν
ἐν δημοσίῳ γενέσθαι τὸ αὐθεντικὸν χειρόγραφον διδοὺς τὰς
ὁρισθείσας δραχμὰς ιβ ἕνεκα τοῦ μὴ περιέχειν με τὰς περὶ τῆς διαθέσεως διαστολὰς καὶ μοναχὸν δημοσιοῦσθαι ἀξιῶ ἀναλαβόντα
τὸ αὐθεντικὸν χειρόγραφον ἔχον μου χειρογραφίαν περὶ τοῦ
εἶναι αὐτὸ ἰδιόγραφον τοῦ Παποντῶτος συνκαταχωρίσαι τῷδε τῷ
ὑπομνήματι εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην εἰς δὲ τὴν τοῦ
Ναναίου τὸ ἴσον[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.