Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.4.729 17. Okt. 138Oxyrhynchos

Lease of a Vineyard via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20429. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[… ? lines lost …] […]…ου και[…]ην δε…[…]…[…]ανωθε[…]…[…] […]… ἀρταβει[…]τοῦ εἰσιόντος ἔτους ……αγρα[…]ομενα …… κατὰ … ἥμισυ μ[…]ἀπεργασίας κα[…]…ρ […]…ονται εισ…ν…[…] […]εν ἔτι πάλαι[…]…ν ενχρη…οντο οἱ μεμισθωμένοι τὸ ἥμισυ καὶ ὁ μεμισθωκὼς τὸ ἕτερον ἥμισυ τὴν δὲ κοπὴν τ[…] πρὸς καλαμείαν οἱ αὐτοὶ μεμισθωμένοι[…]ινικων ἀπὸ τοῦ εἰσιόντος ἔτους ἐπὶ τὴν λοιπὴν τριετίαν ἐάνπερ χρεία ἦν εἰς τὴν καλαμουργίαν ἑτέρου καλάμου παρέξονται ἑαυτοῖς οἱ μεμισθωμένοι τὸν δέοντα […]ετει ὑπὸ τοῦ μεμισθωκότος Σαραπίωνος εἰσάξουσι εἰς τὸ κτῆμα ὅ τε μεμισθωκὼς καὶ οἱ μεμισθωμένοι κοινῶς κατὰ τὸ ἥμισυ τῷ δέοντι καιρῷ καὶ ἐπὶ τὴν λοιπὴν τριετίαν[…]οἵ τε μεμισθωμένοι καὶ ὁ μεμισθωκὼς κοινῶς κατὰ τὸ ἥμισυ ἀργυρίου δραχμὰς τριακοσίας , ὅνπερ χοῦν εἰσοίσουσι εἰς τὸ κτῆμα κατʼ ἔτος κοινῶς, ὑπολείψουσι δὲ τὸν ἀναβεβλημένον χοῦν […]δραχμῶν τριακοσίων , τὴν δὲ ἀναβολὴν ποιήσονται ἀπὸ τῶν ἐθίμων ἀναβολῶν. τὴν δὲ τοῦ ἀπὸ βορρᾶ τοῦ ἀρχαίου κτήματος χώματος ὑδροφυλακίαν μέχρι τοῦ ὄρους […] τῷ τοῦ ἀρχαίου κτήματος μισθωτῇ, τῆς κατʼ ἔτος ἀπεργασίας τοῦ αὐτοῦ χώματος ἐάνπερ χρεία ἦν οὔσης πρὸς μόνον τὸν μεμισθωκότα, τῶν τοῦ αὐτοῦ νεοφύτου χωμάτων[…] πρὸς μόνους τοὺς μεμισθωμένους, ὁμοίως καὶ τοῦ νοτίνου χώματος μέχρι τοῦ ὄρους, τοῦ μεμισθωκότος Σαραπίωνος παρέχοντος αὐτοῖς κατʼ ἔτος ἀμισθὶ ὄνους δεκαπέντε […], ἀπὸ δὲ τοῦ εἰσιόντος τρίτου καὶ εἰκοστοῦ ἔτους ἐπὶ τὴν λοιπὴν τριετίαν δώσουσι τῷ μεμισθωκότι κατʼ ἔτος τυροὺς ὀβολιαίους ἑκατόν . τὴν δὲ αὐταρκείαν κόπρου περιστερῶν πρὸς κοπρισμὸν τοῦ κτήματος δώσουσιν οἱ μεμισθωμένοι κατὰ τὸ ἥμισυ καὶ ὁ μεμισθωκὼς κατὰ τὸ ἕτερον ἥμισυ. ὃν δὲ ἐὰν βούληται ὁ Σαραπίων ὀπωροφύλακα φυλάσσειν τῷ τῆς ὀπώρας καιρῷ φύλακα πέμψει, τοῦ ὀψωνίου ὄντος πρὸς αὐτὸν […] μηχανῆς καὶ τῆς ταύτης κ[…]ας ἔσται τὰ μὲν ξύλα πρὸς τὸν Σαραπίωνα, οἱ δὲ τεκτονικοὶ μισθοὶ καὶ ἡ τοῦ τέκτονος σύνταξις ἔσται πρὸς τοὺς μεμισθωμένους. ἐὰν δὲ καινοῦ τροχοῦ[…] καὶ δώσει τοῖς αὐτοῖς μεμισθωμένοις εἰς λόγον προχρείας ἀργυρίου δραχμὰς τρισχιλίας , ἐξ ὧν ὑπολογισθήσονται αἱ διδόμεναι τοῖς ὑδροπαρόχοις ὑπὲρ ποτισμῶν τοῦ αὐτοῦ κτήματος ἀπὸ Φαῶφι εἰκάδος τοῦ ἐνεστῶτος δευτέρου καὶ εἰκοστοῦ ἔτους ἕως Φαῶφι εἰκάδος τοῦ εἰσιόντος τρίτου καὶ εἰκοστοῦ ἔτους ἀκολούθως ᾗ ἔχει ὁ Σαραπίων μισθώσει ἣν καὶ εἶναι κυρίαν δραχμαὶ δισχίλιαι […]ἃς ἀποδώσει αὐτοῖς τῷ μὲν Ἀθὺρ μηνὶ δραχμὰς διακοσίας Τῦβι διακοσίας καὶ Μεχεὶρ τὰς λοιπὰς δραχμὰς ἑξακοσίας , τὰς δὲ ἐπὶ τὸ αὐτὸ δραχμὰς τρισχιλίας ἀποδώσουσι ἐξενίαυτα[…]τουσι οἶνον ἀτόκους. τὰ δὲ δέοντα κτήνη παρὰ τῷ ὑδροπαρόχῳ βόας πέντε καὶ μόσχους τρεῖς παραλήμψονται οἱ αὐτοὶ μεμισθωμένοι ἐν συντιμήσει τῇ εἰκάδι τοῦ Φαῶφι τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους, καὶ συνγράψονται τῆς συντιμήσεως ἀπόδοσιν τοῦ λήγοντος χρόνου. ἐὰν δὲ χρεία γένηται ἑτέρας προχρήσεως δώσει αὐτοῖς ὁ μεμισθωκώς, λαβόντες καὶ τάξονται δραχμ[…]ἐπάναγκον οὖν οἱ αὐτοὶ μεμισθωμένοι ἕκαστα ἐπιτελείτωσαν ὡς πρόκιται ἀμέμπτως μηδὲν ἔκκαιρον ἐῶντες γείνεσθαι πρὸς τὸ μὴ καταβλάπτεσθαι τὴν ἄμπελον μηδὲ […]ἀποδότωσαν τῷ μεμισθωκότι τὸν μὲν οἶνον παρὰ ληνὸν νέον ἄδολον ἑκατέρου μέρους παρέχοντος παρὰ ληνὸν τὸν αὐτάρκη κέραμον, οὗ δὲ ἐὰν μὴ κατὰ καιρὸν ἐργάζωνται[…]ομένου φυτοῦ τὸ βλάβος διπλοῦν, τοῦ δὲ καταλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου ἐπιτίμου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ τὴν μίσθωσιν μένειν κυρίανκαὶ βεβαίαν, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τῶν μεμισθωμένων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. καὶ μετὰ τὸν χρόνον παραδότωσαν οἱ μεμισθωμένοι τὸ κτῆμα καὶ τὴν καλαμείαν σύνφυτα καὶ ἐπιμεμελημένα καὶ καθαρὰ ἀπό τε θρύου καὶ βοτάνης καὶ δείσης πάσης καὶ τὰ φυτὰ εὐθαλοῦντα καὶ […]τι κεχαρακωμένας καὶ τὰ τοῦ κτήματος χώματα ἐστεγασμένα καὶ ὑδροπεφυλακημένα καὶ ἃς ἂν παραλάβωσι θύρας καὶ κλεῖς καὶ τὴν μηχανὴν ὑγιῆ πλὴν τρίψεως[…]ποιήσονται τοὺς ποτισμοὺς τοῦ κτήματος καὶ τῆς καλαμείας πεμπταίους πρὸς ἀρεσκείαν τοῦ Σαραπίωνος καὶ τὴν τοῦ κατὰ τὸν Σαραπίωνα οἴνου μεταφορὰν ἀπὸ τῆς […]κίνησιν καὶ παραφυλακὴν ἐφʼ ὅσον ἐν ἡλιαστηρίῳ ἀπόκεινται, ἔτι δὲ καὶ οἱ αὐτοὶ μεμισθωμένοι ὑπολείψουσι μετὰ τὸν χρόνον τὸν τότε τῆς καλαμείας κάλαμον […]ν τῷ ἑξῆς[…]ετι διὰ τὸ και…[…]να ἑτέρῳ μισθ[…]…ει ἐπικείμενον τῆς καλαμείας κάλαμον ὃν π[…]ρ[…]ης τοῦ διελθόντος ἔτους […]Σαραπιων …[…]οκειμεν[…][…]ον οἶνον […]ον φ…… μέτρῳ π[…]…ι…………οινικον τοῦ Σαραπίωνος […]τῷ μέσῳ τοῦ κτήματος τὴν δὲ μηχανὴν ἀναβαλεῖ ὁ μεμισθωκὼς ἰδίαις δαπάναις ἀπὸ μηνὸς Παχών, ἡ δὲ σκαφὴ τῆς πλακάδος τοῦ ὑποδοχίου ἔσται ὑπό τε τῶν μεμισθωμένων κατὰ τὸ ἥμισυ καὶ ὑπὸ τοῦ μεμισθωκότος κατὰ τὸ ἕτερον ἥμισυ. τὴν δὲ κατʼ ἔτος ξυλοτομίαν καὶ ἕκαστον τῶν κατὰ καιρὸν ἔργων ποιήσουσι οἱ μεμισθωμένοι ἐπακολουθοῦντος τοῦ Σαραπίωνος[…]ως αὐτῷ πάντα γενέσθαι. μισθώσει δὲ ὁ μεμισθωκὼς τοῖς μεμισθωμένοις ἀπὸ τοῦ εἰσιόντος τρίτου καὶ εἰκοστοῦ ἔτους ἐπὶ χρόνον ἔτη τρία τὴν ἐντὸς πλαστῶν χερσάμπελον … ὅσου ἐστὶν ἀρουρηδοῦ ὥστε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶνται γένεσι χωρὶς ἰσάτεως καὶ ὀχομενίου φόρου ἀποτάκτου κατʼ ἔτος δραχμῶν ἑξήκοντα καὶ ἥμισυ μέρος τῶν […]… ἐν αἷς ἐστιν τροχὸς ὡς ἐὰν κατʼ ἔτος κοινότερον συνφωνήσωσι τὸν φόρον. τὸν δὲ ἐν τῷ κτήματι ῥοδῶνα κατʼ ἔτος ὄντος τοῦ καρποῦ τοῦ Σαραπίωνος τῶν μεμισθωμένων[…]τα[…] παρὲξ τῆς ξυλολογείας, τῶν κατʼ ἔτος πάντων τῶν αὐτῶν ἀρουρῶν καὶ τοῦ ἀμπελῶνος ὄντων πρὸς τὸν Σαραπίωνα δημοσίων, ὃς καὶ ἕξει ὁ αὐτὸς Σαραπίων […]καὶ παρέξει ὁ αὐτὸς Σαραπίων τοῖς μεμισθωμένοις πρὸς ἐνοίκησιν χωρὶς ἐνοικίου ἐν τῷ ἐποικίῳ καμάρας δύο . κυρία ἡ μίσθωσις. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι ιε. Ἀμμώνιος Ἀπολλωνίδου καὶ Πτολλᾶς Λουκίου μεμισθώμεθα τὸν ἀμπελῶνα ἐπὶ τὰ τέσσαρα ἔτη φόρου τῆς ἡμισείας τοῦ ἐκβησομένου οἰνικοῦ γενήματος καὶ ἀπὸ τῆς ἡμῶν ἡμισείας ἄλλα οἴνου κεράμια πεντήκοντα[…][…]α καὶ ἕκαστα ποιήσομεν ὡς πρόκειται. Πτολεμαῖος Ζωίλου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαο͂φι ιε. Ἀμμώνιος Ἀπολλωνίδου καὶ Πτολλᾶς Λουκίου ἔσχομεν παρὰ τοῦ αὐτοῦ Σαραπίωνος καὶ τῇ κ τοῦ Φαῶφι τοῦ δευτέρου ἔτους Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου βοικὰ κτήνη μόσχους μὲν τελείους […]βόας δὲ τελείας τρεῖς πάντα ἐν συντιμήσει ἀργυρίου δραχμῶν δισχιλίων πεντακοσίων , ἅπερ κτήνη θρέψομεν τῆς κατʼ ἔτος γονῆς[…]ων, μετὰ δὲ τὸν χρόνον τῆς μισθώσεως αἱρέσεως καὶ ἐγλογῆς οὔσης σοι τῷ Σαραπίωνι ἐὰν μὲν αἱρῇ τὴν συντίμησιν τῶν κτηνῶν λαβεῖν […]υ τῆς τότε ἐσομένης αὐτῶν συντιμήσεως, καὶ ἂν μὲν ἐλάσσονος συντιμηθῇ ἀποδώσομεν τὸν εἰς συνπλήρωσιν τῆς προκειμένης συντιμήσεως, ἐὰν δὲ καὶ μείζονος ἀποδώσεις ἡμῖν σὺ ὁ Σαραπίων τὸ του…υ ἴσον, ἐὰν δὲ αἱρώμεθα ἀλλάσσειν κτήνη ἢ πωλεῖν ἔξεσται ἡμῖν μετὰ γνώμης […]τὰ ἴσα. ἔτι δὲ καὶ ἔσχομεν ἐνεχυρούμενα ἀλ[…]μενα ἑκατὸν[…]κοντα ἃ μετὰ τὸν χρόνον παραδώσομεν τὰ ἴσα σιτίνου αυ… […]ατ[…]…[…]…[…]…[…]ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κ[…].

Translations (1)

EN scholarly · from P.Oxy. 4
The said lessees are therefore required to perform all the aforesaid duties blamelessly, leaving nothing undone at the right season, so that no damage may accrue to the vineyard ... and they shall pay to the lessor the wine at the vat, new and unadulterated, each party providing at the vat a sufficient number of jars, and for every failure to perform work at the proper time ... twice the amount of the damage, and for giving up the lease before the end of the period a fine of 500 silver drachmae and to the Treasury an equal sum without affecting the validity of the lease, and the lessor shall have the right of execution both upon the lessees who are each other’s sureties for payment, and upon whichever of them he chooses and upon all their property, as if in accordance with a legal decision. And at the end of the period the lessees shall deliver the vine-land and reed-land planted, well cared for, free from rushes, grass and weeds of all kinds, and the plants healthy ... , and the ... palisaded, the embankments of the vineyard firm and watertight, and also any doors and keys they may have received, and the waterwheel in good repair except ...; and they shall irrigate the vine-land and reed-land every fifth day to the satisfaction of Sarapion, and shall transfer Sarapion’s share of the wine from the...

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.