no image
DDbDP-text
Receipt for the Tax on Ferry - Boats via HGV-meta
Linked by Trismegistos ID
TM 20432.
Each record below describes this same artifact or text from a different angle.
Ἡλιόδωρος Ἡλιοδώρου καὶ Λεοντᾶς Πεκύριος ἀπʼ
Ὀξυρύγχων πόλεως
τελῶναι ὠνῆς πορθμίδων πόλεως καὶ Ἰσίου Ἄνω […]καὶ ἄλλων τὸ ἐνεστὸς ιγ ἔτος
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀχιλλᾶτι Θοώνιος καὶ Ἀπῖτι Ἀπῖτος ἀπὸ τῆς αὐτῆς
πόλεως χαίρειν. ἔσχομεν παρʼ ὑμῶν ἀφʼ ὧν ὀφείλετε ἡμῖν ὑπὲρ φόρου πορθμείου Πανκύλεως ἐπὶ λόγου δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. ἔτους ιγ
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
Τῦβι κζ. Ἡλιόδωρος ὁ προγεγραμμένος ἔσχον σὺν τῷ Λεωντᾶτι τὰς προκειμένας
δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. Λεοντᾶς Πεκύριος
ὁ προγεγραμμένος ἔσχον σὺν τῷ Ἡλιοδώρῳ
τὰς προκιμένας δραχμὰς διακοσίας . χρόνος
ὁ αὐτός. Ἡλιόδωρος ἔσχον σὺν τῷ Λεονττᾶτι
τὰς λοιπὰς δραχμὰς ἑκατόν . Λεοντᾶς ἔσχον σὺν
τῷ Ἡλιοδώρῳ ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.