no image
DDbDP-text
Contract of Apprenticeship via HGV-meta
Apprenticeship of a boy to a weaver. An apprenticeship contract from Oxyrhynchus in AD 66 in which Taseus places her under-age son Heraklas with the weaver Seuthes son of Diogenes for two and a half years to learn weaving. Seuthes will feed, clothe and teach the boy, pay his taxes, and give him a tunic at the end, with provisions for holidays, missed days and penalties for breach. machine translation
Linked by Trismegistos ID
TM 16535.
Each record below describes this same artifact or text from a different angle.
[r]
ὁμολογοῦσιν ἀλλήλοις Τασεῦς Ἡρακλᾶτος μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμογνησίου ἀδελφοῦ Σεύθου καὶ Σεύθης Διογένους
τοῦ Διονυσίου γέρδιος ἡ μὲν Τασεῦς
ἐκδεδόσθαι τῶι Σεύθῃ τὸν ἑαυτῆς υἱὸν
Ἡρακλᾶν Ἀπολλω…[…] οὐδέπω ὄντα
τῶν ἐτῶν πρὸς μάθησιν τῆς γερδιακῆς τέχνης ἐπʼ ἔτη δύο καὶ μῆνας
ἓξ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ποιοῦντα πάντα τὰ ἐπιτασσόμενα αὐτῶι
ὑπὸ τοῦ Σεύθου κατὰ τὴν γερδιακὴν τέχνην. ὁ δὲ Σεύθης καὶ αὐτὸς ἐκδιδάξει
τοῦτον καθὼς ἐπίσταται, τοῦ παιδὸς
τρεφομένου καὶ ἱματιζομένου ὑπὸ
τοῦ διδασκάλου Σεύθου, ὁ δὲ αὐτὸς Σεύθης διορθώσεται τὸ ὑπὲρ τοῦ παιδὸς
χειρωνάξιον σὺν κατακρίματι τῶν
δύο ἡμίσους ἐτῶν. ἐὰν δὲ καὶ ἐν τῶι
αὐτῶι χρόνωι ὁ παῖς ἀπαιτηθῇ λαογραφίαν ἢ χωματικὸν ἢ ὑικὴν ἔσται
πρὸς τὸν αὐτὸν Σεύθην. ὁ δὲ αὐτὸς
Σεύθης, ἐὰν μὴ βούληται ὁ παῖς ὑπὸ
τοῦ διδασκάλου τρέφεσθαι, χορηγήσει τῇ Τασεῦτι ὑπὲρ τῶν τούτου τροφείων κατὰ μῆνα ἕκαστον ἀργυρίου
δραχμὰς πέντε καὶ μετὰ τὸν χρόνον
δώσει τῶι παιδὶ ὑπάγοντι χιτῶνα
ἄξιον δραχμῶν δεκαδύο ἢ αὐτὰς τὰς
δραχμὰς δεκαδύο. ἀργήσει δὲ ὁ παῖς
[… ? lines lost …]
[…]… Ἀμεσυσίοις
[…]… ὅσας δʼ ἂν μετὰ ταύτας ὁ παῖς ἀργήσῃ, ἐπὶ τὰς ἴσας αὐτὸν παρέξεται ἡ Τασεῦς μετὰ τὸν χρόνον ἢ ἀποτεισάτω ἑκάστης ἡμέρας δραχμὴν μίαν,
τοῦ δὲ ἀποσπασθῆναι πρὸ τοῦ χρόνου
ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον
τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸς ὁ Σεύθης μὴ ἐκδιδάξῃ τὸν παῖδα ἐνεχέσθω τῷ ἴσωι
ἐπιτίμῳ. κυρία ἡ διδασκαλική. ἔτους ιβ
Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος, Φαμενὼθ ιε.
Σεύθης Διογένους ἐκδιδάξω
τὸν παῖδα καὶ ποιήσω καθότι
πρόκιται. ἔτους ιβ Νέρωνος Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, Φαμενὼθ ιε.
[v]
ὁμολ διδασκαλSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.