no image
DDbDP-text
Official Letter of Royal Scribe via HGV-meta
Letter of a royal scribe about a quadrennial tax and property records. An official letter from Ammonios, royal scribe of another nome, to the royal scribe of the Themistos division of the Arsinoite nome, asking for information on property transactions registered there in connection with a tax levied every four years. It is dated in year 15 of Septimius Severus and Caracalla (AD 207). machine translation
Linked by Trismegistos ID
TM 12601.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]Παῦνι ιβ
Ἀμμώνιος βασιλικὸς γρ……εως …[…]
βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος τῷ φιλτάτῳ χαίρειν.
τοῦ διὰ τετραετηρίδος πρασσομένου αριθμ[…]…[…]
τελέσματος λήξαντος κατὰ τὴν τῶν ἐτῶν
περίοδον εἰς τὸ ἐνεστὸς ἔτος ἐπιστέλλω σοι,
φίλτατε, ιν…ς τελειωθείσας παρὰ σοὶ οἰκονομίας[…]…[…]…[…]ς τούτου ἀνηκούσας τῷ δε τῷ
νομῷ[…]…μοι δηλώσῃς πρὸς τὸ ὑπʼ ἐμοῦ τὰ
ἀκόλουθα γενέσθαι. ὅσαι μέντοι ἐσημάνθησαν
ἐνταῦθα […]βιβλιοφύλακος ἐγκτήσεων
ἀνήκουσαι ἑτέροις νομοῖς μέχρι τούτου, αὗται
φανεραί ἐγένοντο οἷς διέφερον. ἐὰν δὲ καὶ νῦν
μεταδοθῶσιν ἀνήκουσαι τῷ ὑπὸ σοὶ νομῷ,
φανεραί σοι γενήσονται. εἰ δὲ μή, ἴσθι ἀρκούμενόν με τῷδε τῷ ἐπιστάλματι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε.
ἔτους ιε αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ
Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Σεβαστῶν Φαρμοῦθι ε.
διʼ …αρυπ Παχὼν κ
[v]
βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος
[…]…οσβ…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.