no image
DDbDP-text
Substitution in a Liturgy via HGV-meta
Contract for a substitute in the liturgy of letter-carrying. A contract from Oxyrhynchus in which Aurelius Apollos, nominated to the compulsory public service of letter-carrying, engages Aurelius Theon also called Julianus to perform the service in his place, carrying monthly reports and letters, for a wage of 32 drachmas a month paid in two instalments. It dates to AD 217-218. machine translation
Linked by Trismegistos ID
TM 15974.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογοῦσι ἀλλήλοις Αὐρήλιοι
Ἀπολλῶς Δωρᾶτος τοῦ Ἀπολλωνίου μητρὸς Ἀπολλωνίας καὶ
Θέων ὁ καὶ Ἰουλιανὸς Διονυσίου
μητρὸς Σινθώνιος, ἀμφότεροι
ἀπʼ Ὀξυρύγχων πόλεως, ὁ μὲν
Ἀπολλῶς εἰσδοθεὶς ὑπὸ τοῦ
τῆς ϛ φυλῆς β περιόδου
ἀμφοδογραμματέως εἰς ἐπιστολαφορίαν συνηλλαχέναι
τῷ Θέωνι τῷ καὶ Ἰουλιανῷ
τὴν ἀντʼ αὐτοῦ χώραν
ἀναπληρῶσαι ἔν τε διαπομπῇ μηνιαίων καὶ ἐπιστολῶν καὶ ἄλλων διαφερόντων
τῇ αὐτῇ λειτουργίᾳ πρὸς τὸ
ἀπαρενόχλητον εἶναι τὸν
Ἀπολλώνιον· συνηλλαχέναι
δὲ τῷ αὐτῷ τὴν δηλουμένην
λειτουργίαν ἀπὸ α Μεχεὶρ
τοῦ ἐνεστῶτος β ἔτους ἐπὶ τὸ πέρας τῆς λειτουργίας χρόνου
λαμβάνων παρὰ τοῦ Ἀπολλωνίου κατὰ μῆνα ἕκαστον ὑπὲρ
ὀψωνίου δραχμὰς τριάκοντα
δύο ἐπὶ τῷ ταύτας λαμβάνειν
τῇ μὲν δεκάδι ἑκάστου μηνὸς
δραχμὰς δεκαὲξ καὶ τῇ τριακάδι
ὁμοίως τὰς λοιπὰς δραχμὰς δεκαὲξ καὶ μὴ ἐξεῖναι μηδενὶ παραβαίνειν τι τῶν προκειμένων
ἢ ὁ παραβαίνων ἐκτίσει ὑπὲρ
ἐπιτίμου δραχμὰς[…]
κύριον τὸ συνάλλαγμα δισσὸν
γραφὲν πρὸς τὸ ἕκαστον μέρος
ἔχειν μοναχόν[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.