no image
DDbDP-text
Affidavit via HGV-meta
Linked by Trismegistos ID
TM 15766.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παῦνι ιβ. ὑπατείας Ποστουμίου Τιτιανοῦ τὸ 2 καὶ Οὐιρίου Νεπωτιανοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυ γχιτῶν πόλει μαρτύρεται Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων Πύρρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως συστάτης Ἰσίδωρον τὸν καὶ Ἀπολλώνιον ἐπικ ἀπὸ τῆς αὐτῆς πόλεως οὐκ ἀξίως τῆς τῶν νόμων ἐπιστρεφείας καὶ τοῦ φόβου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Κλωδίου Κουλκιανοῦ κεναι καὶ ἐπειδὴ την παρὰ τῆς ἀνδ ἀναγκαίως ωδε τῷ μαρτυροποιήματι θηκεν. τὸν οὖν οὔτε λόγον λν πεποιηκέναι περιγραφης λειτουργίας μηδὲ ενφα αυτω καταστήσαντα, τίνα τρόπον οὐκ οἶδʼ ὅπως γεγενῆσθαι πρὸς τὴν αὐτοῦ σύμβιον Αὐρηλίαν Θερμούθιον καὶ ἐξηπατηκέναι αὐτὴν καὶ ἣν ἔχει ὄνον θηλεῖαν λευκὴν πῶλον ὡς πρὸς χρῆσιν ἐσχηκέναι, ταύτῃν δὲ τῆ τοιαύτῃ ἐπιτιμήσειἐπιτιμήσι λαβόντα ἀπηλλαχέναιἀπηλακέναι καὶ σήμερον ἡμέραι τρεῖςτρῖς ἐγκρατῆ αὐτῆς ὄντα μήτε αὐτὸν πάλιν ἐν φανίσαντα μήτε τὴν ὄνον τῇ οἰκείᾳοἰκίᾳ τάξει ἀποκαθεστακέναιἀπεκατεστακέναι καὶ ἐπειδὴ τὸ τόλμημα οὐκ ἄλλου ἐστὶν ἐπιστρεφείου μόνον τῆς ἀνδρείας τοῦ διασημοτάτου ἐπάρχου Αἰγύπτου Κλωδίου Κουλκιανοῦ τόδε τὸ μαρτυροποίημα δημοσίᾳ προέθηκενπρουθηκεν ἵνα πάντες εἰδῶσιἰδῶσι καὶ διὰ τῆς τοῦ στατίζοντος βενεφικιαρίου πίστεως μὴ λανθάνῃ τὸ μεγαλεῖον τῆς ἡγεμονίας παρʼ ᾗ ἀδίστακτόν ἐστιν ἐπιστῆσαι πρὸς τὴν παράνομον αὐτοῦ ἐπι χείρησιν τὴν δέουσαν καὶ καθήκουσαν ἐπιτιμίαν. Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων πεποίημαι τὸ μαρτυροποίημαμαρτυροπύημα ὡς πρόειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.