no image
DDbDP-text
Petition to a Prefect of Egypt via HGV-meta
Linked by Trismegistos ID
TM 10396.
Each record below describes this same artifact or text from a different angle.
ΑἰλείωιΑἰλίωι Πουβλίωι τῶι διασημοτάτωι ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίου ΕἰσιδώρουἸσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. τὰ παράνομα τῶν πραγμάτων, ἡγεμὼν δέσποτα, ὑπʼ οὐδενὸς ἄλλου ἀνακόπτεται εἰ μὴ ὑπὸ τῆς σῆς ἀνδρείας. ἁλωνίας μουμοι τοίνυν ἐπικιμένηςἐπικειμένης ἀπὸ συνκομιδῆς ἀρουρῶν ἕνδεκα περὶ πεδίον τῆς αὐτῆς κώμης, καὶ γενομένου μου ἐπὶ τὴν αὐτοψίαν πρὸς τὴντο τῶντην γεωργικῶν ἔργων ἀπαλλαγὴνἀπαλλαγηναι ποιήσασθαι κατὰ τὴν ἑβδόμην καὶ εἰκάδα τοῦ Μεσορὴ μηνὸς τοῦ διεληλυθότος ἔτους, εὗρον ταύτην ὑπὸ κακούργων ἐμπρησθεῖσανἐμπρησθῖσαν. παραυτόθεπαραυτότε τῇ ἀκολουθίᾳ χρησάμενος βιβλία ἐνμάρτυρα ἐπι δίδωμι τῇ στρατηγίᾳ ἀξιῶν ὑπηρέτην ἀποσταλῆναι ἐπὶ τὴν αὐτοψί αν καὶ προσφωνῆσαι, καθὸ καὶ προσεφώνησεν. πολυπραγμονοῦντος δέ μου ἔμαθον ἐκ τεκμηρίων τοὺς τοῦτο τολμήσαντας, λέγω δὴ Ἀκοτᾶν υἱὸν Γερμανοῦ καὶ Χαιρήμονα υἱὸν Πτολεμαίου Ἁρβαου ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος καὶ Ἥρωνα υἱὸν Μουρανοῦ ἀπὸ κώμης Πτολεμαίδος Νέας, ἐπειδὴ ἐπυθόμην τῶν τῆς κώμης δημοσίων Σώτα καὶ Λεονίδου τίνες ἂν εἶενεἴησαν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην τού τῳ τῷ τόπῳ παρεμφανέντες, οἵτινες ὑπέβαλον αὐτὰ τὰ ὀνόματα, καὶ περὶ τούτου ἕτερα βιβλία ἐμαρτυρόμην, καὶ κατέφυγον ἐπὶ τὸ σὸν μεγαλεῖονμεγαλῖον τὴν ἐντυχίαν ποιήσασθαι. ἐπεὶ οὖν, κύριε, καὶ οἱ διʼ ἐναντίας ἐνταῦ θα κατῆλθαν ἀξιῶ καὶ δέομαι ὅπως κελεύσῃς ἱκανὰ αὐτοὺς παρασχεῖν ἐν ταῦθα ὄνταςὀντων καὶ ἢ παραγγελῆναι αὐτοὺς διὰ τῆς σῆς τάξεως πρὸς τὸ προσεδρεύεινπροσεδρευιν αὐτοὺς τῷ ἀχράντῳ σου δικαστηρίῳ ἵνα τῆς δίκης λεγομένης μηδὲν ἐμπόδιον γένηται, καὶ τούτου τυχόντα διὰ παντός σοι χάριτας ὁμολογεῖνομολογῖν. διευτύχει. Αὐρήλιος Ἰσίδωρος Πτολεμαίου ἐπιδέδωκα. Αὐρήλιος Σαραπίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.