no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10310.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Νεμεσίνῳ ἐξηγητεύσαντι βουλευ τῇ Ἀρσινοιτῶν πόλεως παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος. βούλομαι μισ θώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην ὁριοδεικτίαςὁριοδικτίας Κερκεσούχων σιτικὰςσιτεικὰς ἀρούρας τέσσαρας ἢ ὅσαιὅσας ἐὰν ὦ σι ἐπὶ χρόνον ἔτη τρία ἀπὸ σπορᾶς τοῦ ἐνεστῶ τος ἔτους ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκασ τον πυροῦ ἀρταβῶν ἐννέα ἡμίσους , καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅ λῳ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων πάντων ὄντων πρός σεσαι τὸν κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ ἀναπαύματος καὶ καλάμης ἐξ ἴσου. ἡ μίσ θωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Νεμεσῖνος μεμίσθωκα ὡς πρόκιται. ἔτους β τοῦ κυρίου ἡμῶν Δομιτιανοῦ Σεβαστοῦ, Φαῶφι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.