Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.49.3482

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῆς καὶ Τρυφαίνης θεῶν Φιλοπατόρωνφιλοματορων Φιλαδέλφων, ἔτους ἐνάτου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Δίου καὶ Θωὺθ κθ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θέων Ἀντιόχου Μακεδὼν τῶν ἐκ τῆς δεκάτης ἱππαρχίας κατοίκων ἱππέων Διονυσίωι Ἀπολλωνίου Μακεδόνι τῶν ἐκ τῆς αὐτῆς ἱππαρχίας οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης παρακεχωρηκέναι αὐτῶι ἀκο λούθως τοῖς διὰ τῶν τὰ ἱππικὰ χειριζόντων ᾠκονομημένοις ἀφʼ οὗ ὁ Θέων δέδωκεν ὑπομνήματος Εὐδαίμονι τῶι πρὸς καταλοχισμοῖς ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους ἡμίσους τετάρτου κλήρου ἀδιαιρέτου ἀρουρῶν λη πρότερον Ἀλεξάνδρου περὶ Σενέπτα οὗ τὸ ἄλλο τέταρτον μέρος ἐστὶν αὐτοῦ τοῦ Διονυσίου ἀρούρας ἐννέα ἥμισυ ἵνʼ ὑπάρχωσιν τῶι Διονυσίωι καὶ ἐκγόνοις πρὸς τῶι ἑαυτοῦ τετάρτωι μέρει εἰς συμπλήρωσιν τοῦ ἡμίσους τοῦ ὅλου κλήρου κυρίως τὸν πάντα χρόνον σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις ἀκολούθως τοῖς προστετα γμένοις καὶ ἐπεσταλμένοις ἀνθʼ ὧν ὑπείληφεν τὸν Θέωνα καὶ εὐχρήστηκεν αὐτῶι ἐνἐμ πλείοσιν τῶν κατὰ τὸν βίον καὶ τὴν τῶν τοῦ κλήρου αὐτοῦ βασιλικῶν διόρθωσιν ἐφʼ ᾧ παρέξεται τῶι Διονυσίωι τὴν γῆν καθαρὰν ἀπὸ βασιλικῶν πάντων τῶν ἔμπροσθεν χρόνων καὶ μὴ ἐμποιήσεσθαι Θέωνα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ὧν παρακεχώρηκεν καθότι πρόκειται μηδὲ μέρους μηδὲ κακοτεχνήσειν περὶ τὴν παραχώρησιν παρευρέσει μηδεμιᾶι· ἐὰν δέ τι τούτων ἀθετῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ, καθʼ ὃ ἂν εἶδος ἀθετῇ, ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω ὡς πρόκειται. ὁμολογοῦσι δὲ Θέων καὶ Διονύσιος διῃρῆσθαιδιειρῆσθαι τὸν κλῆρον ἐπὶ τοῖσδε ὥστʼ ἔχειν Διονυ σιον τῆς μὲν λεγομένης τῶν δεκαὲξ ἀρουρῶν σφραγῖδος ἥ ἐστιν ἐκ τοῦ κλήρου τῆς καλουμένης Κώιων γῆς λιβὸς δὲ τοῦ παραδείσου τὸ πρὸς λίβα μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότον ἐφʼ ὅσον ἂν ᾖ ἡ σφραγίς· ὁμοίως δὲ καὶ τῆς ἀπὸ νότου τοῦ αὐτοῦ παρα δείσου σφραγῖδος ἔχειν τὸν Θέωνα τὸ πρὸς ἀπηλιώτην μέρος ἥμισυ διατεῖνον βορρᾶ ἐπὶ νότον ἐπὶ τὸ πέρας τῆς σφραγῖδος σφραγίδων· ἔχειν δʼ ὁμοίως τὸν Διονύσιον καὶ τὴν ἐκ τοῦ Καλλίπου κλήρου σφραγῖδα ἀρουρῶν καὶ Θέωνα τὴν πρὸς τῶι ἄνωἄνωι γύηι ἑτέραν σφραγῖδα ἀρουρῶν ἐννέα · τῆς δὲ σφραγῖδος ἔχειν τὸν Διονύσιον τὸ πρὸς λίβα μέρος ἥμισυ, Θέωνα δὲ τὸ πρὸς ἀπηλι ώτην ἄλλο μέρος ἥμισυ, καὶ μηδʼ ἑτέρωι αὐτῶν μηδὲ τοῖςτων παρʼ αὐτῶν ἐξεῖναι παραβαίνειν τι τούτων ισους ἢ χωρὶς τοῦ ἄκυρα εἶναι ἃ ἐὰν παραβαίνῃ καὶ προσαποτει σάτω ὁ παραβὰς τῶι ἐμμένοντι ἐπίτιμον φ καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον. συνευδοκεῖ δὲ πᾶσι τοῖς κατὰ τὴν συγγραφὴν τῆς ὁμολογίας ἡ Θέωνος γυνὴ Διονυσία Ἀμμωνίου μετὰ κυρίου Θέωνος τοῦ αὐτοῦ. ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας Φιλαδέλφους καὶ τοὺς τούτων προγόνους καὶ τοὺς ἄλλους θεοὺς Θέων Ἀντιόχου Μακεδὼν τῶν ἐκ τῆς δεκάτης ἱππαρχίας ὁμολογεῖν Διονυσίωι Ἀπολλωνίου Μακεδόνι τῶν ἐκ τῆς αὐτῆς ἱππαρχίας ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης καὶ εὐδοκεῖν ἅπασι τοῖς κατὰ τὴν συγγραφὴν τῆς ὁμολογίας τὴν κειμένην ἅμα τῶι ὅρκωι τούτωι διὰ τῶν ἀγορανόμων τῆι ἐνεστώσηι ἡμέραι καθʼ ἣν παρακεχώρηκά σοι ἀκολούθως τοῖς διὰ τῶν τὰ ἱππικὰ χειριζόντων ᾠκονομημένοις ἀπὸ τοῦ ἐπιβάλλοντός μοι μέρους ἡμίσους τετάρτου κλήρου ἀδιαιρέτου ἀρουρῶν λη πρότερον Ἀλεξάνδρου περὶ Σενέπτα οὗ τὸ ἄλλο τέταρτον μέρος ἐστὶν σὸν ἀρούρας ἐννέα ἥμισυ εἰς συμπλήρωσιν τοῦ ἡμίσους τοῦ ὅλου κλήρου καὶ μηθὲν παρασυγγραφήσειν μηδὲ κακοτεχνήσειν περὶ τὴν τῆς ὁμολογίας συγγραφὴν μηδὲ περὶ μηθὲν τῶν διʼ αὐτῆς ἀναπεφωνημένων μηδὲ περὶ τὸν ὅρκον τοῦτον παρευρέσει μηδεμιᾶι· ἐὰν δὲ μὴ ποιῶ κατὰ τὰ προγεγραμμένα συνχωρῶ τὰ μὲν κατὰ τὴν παραχώρησιν καὶ τὴν ὁμολογίαν μένειν κύρια, ἡνίκα δʼ ἂν εὐθυνθῶ καὶ τὰ λοιπὰ μέρη τοῦ κλήρου μου ἀναλημφθῆναι εἰς τὸ βασιλικὸν καί με ἔνοχον εἶναι τῶι ὅρκωι. ος ὁ παρὰ Διονυσοδώρου κιταιτα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.