no image
DDbDP-text
Lease of Land via HGV-meta
Four-year lease of eight arouras near Kerkethoinis. A four-year lease of 8 arouras of land near Kerkethoinis in the Oxyrhynchite nome, granted by Apollonios of Oxyrhynchus to the farmer Thotes son of Zoilos. The rent alternates between 24 artabas of wheat in years of green-crop cultivation and 80 artabas in wheat years, and the lessee also acknowledges a cash advance of 100 drachmas. machine translation
Linked by Trismegistos ID
TM 26536.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Διογένους ἀπὸ Ὀξυρύγχων πόλεως Θοτεῖ Ζωΐλου τοῦ Θοτέως ἀπὸ τοῦ πρότερον Σαραπίωνος Χαιρήμονος ἐποικίου περὶ Σενεψαοὺ εἰς ἔτη τέσσαρα ἀπὸ
τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἃς ἔχει περὶ Κερκεθῶνιν ἀρούρας ὀκτώ , ὥστε τῷ πρώτῳ καὶ τρίτῳ ἔτεσι κατʼ ἔτος ξυλαμῆσαι χλωροῖς ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων ,
τῷ δὲ δευτέρῳ καὶ ἐσχάτῳ ἔτεσι κατʼ ἔτος σπεῖραι πυρῷ ἀποτάκτου
κατʼ ἔτος πυροῦ ἀρταβῶν ὀγδοήκοντα καὶ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος
ἐκτάκτων σπονδῆς δραχμῶν ὀκτώ , ἀκίνδυνα πάντα παντὸς
κινδύνου τῆς κατʼ ἔτος τῶν χωμάτων ἀπεργασίας καὶ ὑδροφυλακίας οὔσης πρὸς τὸν μεμισθωμένον Θοτέα. ἐὰν δέ τις ἄβροχος
γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς
κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα. ὁμολογεῖ δὲ ὁ μεμισθωμένος ἔχειν παρὰ τοῦ μεμισθωκότος προχρήσεως δραχμὰς ἑκατόν , ἃς καὶ ἀποδώσειν αὐτῷ μηνὶ Φαμενὼθ τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἀκινδύνους παντὸς
κινδύνου. κυριευέτω δὲ ὁ μεμισθωκὼς τῶν καρπῶν ἕως
τὰ ἑαυτοῦ κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι τὴν μὲν πρόχρησιν
ἀνυπερθέτως, τὸ δὲ κατʼ ἔτος ἀπότακτον μηνὶ Παῦνι ἐφʼ ἅλω …
[…]πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον[…]
[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.