Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.54.3756 26. Jan. - 24. Febr. 325Oxyrhynchos

Acknowledgement of Receipt of Property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 15265. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον. Αὐρήλιος Ἀειθάλης Ἥρωνος τοῦ Ἱέρακος ἀπὸ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων οἰκῶν ἐν τῷ εἶ γράμματι πρὸς τόπῳ καλουμένου Σίγματος ἐν τοῖς Κασίου κληρονόμοις Βότκα ἀπὸ χώρας Μαστιτῶν τοῦ Μαρεώτου νομοῦ διὰ τοῦ πρεσβυτέρου ἀδελφοῦ Αὐρηλίου Φιλάμμωνος μετʼ εὐδοκήσεως Αὐρηλίου Σύρου Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς χώρας Μαστιτῶν πρὸ τούτου κατασταθέντος κουράτορος αὐτῷ Φιλάμμωνι χαίρειν. ἐπειδὴ ὁ προδηλούμενος ὑμῶν πατὴρ Βόκκας κατὰ διαθήκας Αὐρηλίου Ἀμμωνίου Σύρου ἀπὸ τῆς αὐτῆς χώρας Μαστιτῶν ἐπίτροπος ἐτύγχανεν κατασταθεὶς τῆς τοῦ αὐτοῦ Ἀμμωνίου θυγατρὸς Εἴσιτος τοῖς ὑπʼ αὐτοῦ κληρονόμου μόνης ἀποληφθείσης, τὸν δὲ βίον μεταλλάξαντος τοῦ αὐτοῦ πατρὸς ὑμῶν κατεστάθην ἐγὼ κατὰ πρόσταγμα τοῦ κυρίου μου Ἰσιδώρου τοῦ διακοσμήσαντος τὸν θρόνον τῆς ἡγεμονίας τῆς αὐτῆς Ἀλεξανδρίας ἐπίτροπος τῇ παιδὶ ἀκολούθως τοῖς περὶ τούτου γενομένοις ὑπομνήμασι καὶ τῆς τῶν πραγμάτων τῆς αὐτῆς παιδὸς ἀποκαταστάσεως ἕνεκεν ἐντυχίαν πεποίημαι τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἐπάρχῳ τῆς Αἰγύπτου Φλαουίῳ Μάγνῳ καὶ ἐκέλευσεν ἀποδοθῆναι, κατὰ ταῦτα παραγενόμενος ἐνταῦθα περι…[…]τηρ[…]…[…]δεδέχθαι παρʼ ὑμῶν τῶν τοῦ Βόκκα κληρονόμων τοῦ π………υ παιδὸς ἐπιτρόπου πάντα τὰ διαφέροντα τῇ ἐπιτροπευομένῃ ὑπʼ ἐμοῦ παιδὶ τῇ αὐτῇ Εἴσιτι ἀκολούθως τῇ τοῦ πατρὸς αὐτῆς Ἀμμωνίου διαθήκῃ ἐφʼ οἷς περιέχει δικαίοις πᾶσι καὶ παρειληφέναι τὰ ἐνκύροντα τῇ αὐτῇ βουλήσει τη…… μέχρι ἀσσαρίου ἑνὸς χωρὶς μόνης τῆς ὀθόνης διὰ τὸ κεχωρῆσθαι εἰς περιστολὴν καὶ κηδείαν τοῦ Βόκκα, προσεπὶ δὲ τῶν ἀπὸ τιμῆς τῶν διαπραθέντων ὑπαρχόντων ἀκολούθως τῇ αὐτῇ διαθήκῃ ὄντων ἐπὶ τὸ αὐτὸ ἀργυρίου ταλάντων ὀκτακοσίων μετὰ τὰ κουφισθέντα ὑφʼ ὑμῶν εἰς λόγον κατὰ τὰ διαταγέντα τῷ μὲν πατρὶ ὑμῶν Βόκκᾳ τάλαντα ἑκατὸν καὶ εἰς κηδείαν αὐτοῦ κατὰ τὴν ἰδίαν βούλησιν τάλαντα ἐνενήκοντα ἔτι δὲ καὶ εἰς λόγον λοχειῶν τῆς τοῦ Ἀμμωνίου γυναικὸς μητρὸς τῆς παιδὸς διαταγέντα ὁμοίως τάλαντα τριάκοντα τὰ λοιπὰ τάλαντα πεντακόσια ὀγδοήκοντα πρὸς οἷς ἀπὸ τιμῆς ὄνου τάλαντα δέκα καὶ ἀπὸ […]…χυρου Μηνᾷ κ…[…]… ἀποδοθέντος ἀργυρίου τάλαντα δεκατέσσαρα ὧν ἡ ἀπαρίθμησίς μοι ἐκ πλήρους τετέλεσται· οὗ ἀργυρίου τῆς προκιμένης ποσότητος τὸ πρόσεργον τοῦ ἀνέκαθεν χρόνου μέχρι τῆς ἐνεστώσης ἡμέρας ὑπελογήθη ἀντὶ τῶν τροφείων καὶ ἀναλωμάτων τῶν γενομένων εἰς τὴν ὀρφανὴν τὰ δὲ ἀπὸ τῶν προσέργων μετὰ τὰ λογισθέντα τοῦ παντὸς ἀναλώματος εν…[…]τα ἐν ὑμῖν εἶναι τάλαντα ἐνενήκοντα ἓξ ὁμοίως ὑπεδεξάμην, ὡς εἶναι ἐπὶ τὸ αὐτὸ ἀπαριθμηθέντα μοι ἀργυρίου τάλαντα ἑπτακόσια . π…[…]… δὲ ὁ αὐτὸς Ἀμμώνιος ἐν τῇ ἑαυτοῦ διαθήκῃ ἐντολὴν παρέσχετο τῷ αὐτῷ πατρὶ ὑμῶν Βόκκᾳ δικάσασθαι πρὸς Ἀκύλαν […]…[…]ησ…[…]…ως περὶ υ…[…]…των περὶ κώμης …καβε εξου……ως καὶ τοῦ διαν…[…]…αι ἐπεδεξάμην παρʼ ὑμῶν καὶ εἰς τότε […]υ λίτρας τέσσαρας περὶ τῆν ὑμῶν ὑποδοχὴν τοῦ τε ἀργυρίου καὶ ἀσήμου ἔτι δὲ καὶ χρυσίου καὶ χαλκωματίων καὶ ἐρεᾶς ἐσθῆτος καὶ τῶν ἄλλων πάντων μέχρι ἀσσαρίου ἑνὸς χωρὶς ὀθόνης μόνης ἐπερωτηθεὶς ὡμολόγησα παρειληφέναι ἐκ πλήρους ἀκολούθως τῇ διαθήκῃ καὶ ἐντεῦθεν μηδένα λόγον ἔχειν πρὸς ὑμᾶς περὶ τῆς διοικήσεως τῆς γενομένης ὑπὸ τοῦ πατρὸς ὑμῶν τῶν ὀρφανικῶν χρημάτων καὶ περὶ ὧν ἐνεχείρησεν ὑπαρχόντων πάντων ἁπαξαπλῶς κατὰ μηδένα τρόπον μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν προφάσει ᾑτινιοῦν καὶ ἀποχὴν ταύτην τρισσὴν ὑμῖν ἐξεδόμην ἀποτελεστικὴν ἣν ἐξέσται ὑμῖν δημοσιῶσαι περὶ πάντων …[…]…των ἀρχει[…]ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Πρόκλου καὶ Παυλίνου, Μεχεὶρ […]. ειστε……

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.