no image
DDbDP-text
Reskripte (ἀποκρίματα) des Septimius Severus via HGV-meta
Linked by Trismegistos ID
TM 14250.
Each record below describes this same artifact or text from a different angle.
ἐν Ἀλεξανδρείᾳ
ἀντίγραφα ἀποκριμάτων προτεθέντων ἐν τῇ στοᾷ
τοῦ γυμνασίου η ἔτους Φαμενὼθ ιη· Αὐτοκράτωρ Καῖσαρ Λούκιος
Σεπτίμιος Σεουῆρος Εὐσεβὴς Περτίναξ Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος
Σεβαστὸς καὶ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος Σεβαστὸς
Οὐλπίῳ Ἡρακλάνῳ τῷ καὶ Καλλινίκῳ
τὰς ἐπιβληθείσας Ἀλεξανδρεῦσι ἢ Αἰγυπτίοις ζημίας τῇ δωρεᾷ χρόνον προσαγαγόντες ἀνήκαμεν.
Ἀρτεμιδώρῳ τῷ καὶ Ἀχιλλεῖ.
τοῖς ἐγνωσμένοις συνκαταθέμενος βραδέως
μέμφῃ τὰ δόξαντα.
Αὐρηλίοις Ἀρτεμιδώρῳ καὶ Ἀνουβίωνι καὶ ἄλλοις.
τοῖς ἐγνωσμένοις πείθεσθει.
Κιλ…[…]δις τῷ καὶ Μίδᾳ διὰ Φιλοκράτους υἱοῦ.
ὥσπερ ἀνατραπῆναι τὴν πρᾶσιν τῶν ὑποθηκῶν οὐ δικαίως ἀξιοῖς οὕτως ἀπολαβεῖν σε
τὴν νομὴν τῶν χωρὶς συνβάσεως κατεχομένων
πρὸς βίαν χωρίων ὁ ἡγούμενος τοῦ ἔθνους κελεύσει
…[…]θαλγη Ἀμβρήλου διὰ Ἀβδομάνχου υἱοῦ.
ἀργύριον γυναῖκες δανίζεσθαι καὶ ὑπὲρ ἄλλων
ἐκτίνειν οὐ κωλύονται
ιθ ὁμοίως προετέθη ἐν τῇ αὐτῇ στοᾷ·
Ἀπόλλωνι Ἁρνεκτώτου καὶ ἄλλοις.
αἱ περὶ τῶν ἐπισκέψεων κρίσεις κοινῇ παρέσχον
πρόνοιαν Αἰγυπτίοις.
Αὐρηλίῳ Σαραπίωνι.
τὰς ἱερωσύνας ἐκ μητρῴου γένους εἰς διαδοχὴν
κατέρχεσθαι πρώην ἐκωλύσαμεν.
Πρόκλῳ Ἀπολλωνίου.
τοὺς γεγραμμένους κληρονόμους, καὶ ἂν αἱ διαθῆκαι
πεπλάσθαι λέγωνται, τῆς νομῆς οὐκ ἔστιν
δίκαιον ἐκβληθῆναι. φροντίσουσιν δὲ οἱ
τὰς δίκας ἐπιτετραμμένοι καλέσαι τοὺς
εὐθυνομένους εἴ γε τὸ πρᾶγμά ἐστιν ἐν τῇ
τάξει τῶν διαγνώσεων.
Κρονίῳ Ἡρακλείδου.
αἱ πρόσκαιροι νόσοι τῶν πολιτικῶν οὐκ
ἀπαλλάσσουσιν λειτουργιῶν, καὶ οἱ ἀσθενεῖς δὲ τῷ σώματι
λειτουργοῦσιν ἐὰν τῇ φροντίδι τῶν οἰκείων πραγμάτων
ἐξαρκεῖν δύνωνται.
κ ὁμοίως·
Διοσκόρῳ Ἡφαιστίωνος καὶ Πιεσῆϊ Ὀσίριος
καὶ ἄλλοις.
ἀργύριον ἀντὶ πυροῦ καταβάλλειν ὑμᾶς ἐκωλύσαμεν.
Ἰσιδώρῳ Δείου.
τὰ μὲν ὑπὸ Κόμωνος τετολμημένα
Φούλουϊος Πλαυτιανὸς ὁ κράτιστος ἔπαρχος
τῶν στρατοπέδων καὶ οἰκεῖος ἡμῶν
ἐξετάσει. πρὸς δὲ Ἀπίωνα τὸν τελώνην, εἰ μὴ
κοινωνεῖ τῶν ἐνκλημάτων Κόμωνι, τὸν
ἡγούμενον τοῦ ἔθνους ἕξεις δικαστήν.
Ἰσιδώρῳ τῷ καὶ Ἡρακλείδῃ διὰ Ἀπολλωνίου.
τῆς πατρῴας κληρονομίας ἀποστὰς καὶ
τὴν ἐκ τῆς ἡλικίας οὐκ ἔχων βοήθειαν τῷ
νόμῳ τῶν πράσεων, ἐπεὶ τὴν οὐσίαν δεδημεῦσθαι φῄς, πείθου.
…[…]ελαθήῳ Καιρένου.
ἐὰν τοῖς ὀρφανοῖς ἐπιτρόπους λάβῃς
ἔξωθεν τάξεως, ὑπὲρ τῶν χωρίων πρὸς τοὺς
νεμομένους δικαστὴς δοθήσεται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.