no image
DDbDP-text
Sworn Cession of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 5253.
Each record below describes this same artifact or text from a different angle.
βασιλευούσης Βερενίκης θεᾶς Ἐπιφανοῦς ἔτους πρώτου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείᾳ γράφεται, μηνὸς Ὑπερβερεταίου καὶ Μεσορή ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ὀμνύω βασίλισσαν Βερενίκην θεὰν ἘπιφανῆἘπιφανης καὶ τοὺς ταύτης προγόνους καὶ τοὺς ἄλλους θεοὺς πάντας Στράτων Νικομάχου τῶν πρώτων φίλων καὶ χιλιάρχων μαχαιρο φόρων καὶ τῶν κατοίκων ἱππέων Θέωνι ιου Πέρσηι τῶν κατοίκων ἱππέων καὶ διαδόχωι τοῦ πατρικοῦ κλήρου, οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης, ἐμμενεῖν ἐν ἅπασι τοῖς κατὰ τὴν συγγραφὴν τῆς ὁμολογίας ἣν τέθειμαί σοι διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀρχείου τῶν μνημόνων τῆι ἐνεστώσηι ἡμέραι, καθʼ ἣν παρακεχώρηκά σοι ἀπὸ τοῦ κλήρου μου ἃς ἔχω ἐκ τοῦ Φαινίππου κλήρου περὶ κώμην Πεεννὼ γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας πέντε , ὧν αἱ γειτνίαι διὰ τῆς ὁμολογίας δηλοῦνται, καὶ μὴ κακοτεχνήσειν Στράτωνα περὶ τὴν παραχώρησιν τῆς γῆς μηδὲ περὶ ἄλλο μηδὲν τῶν διὰ τῆς ὁμολογίας ἀναπεφωνημένων μηδὲ περὶ τὸν ὅρκον τοῦτον παρευρέσει μηδεμιᾶι. ἐὰν τρονεω, ἡνίκα δʼ ἂν εὐ θυνθῶ ν παρὰ σοῦ χωρὶς τοῦ μένειν σοι τὴν παραχώρησιν τῆς γῆς κυρίαν, καθάπερ καὶ ἔστιν, συγχωρῶ καὶ τὸν κλῆρόν μου ἀναληφθῆναι εἰς τὸ βασιλικὸν καὶ ἐμὲκἀμὲ ἔνοχον εἶναι τῶν ὅρκωι. Στράτων ὀμώμοκα τὸν προγε γραμμένον ὅρκον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.