no image
DDbDP-text
Petition to a Logistes via HGV-meta
Petition to the logistes about donkey-drivers evading the express post. Petition from Aurelius Dioskoros, a councillor of Oxyrhynchus appointed to run the express post service, to the logistes Valerius Dioskourides. He asks that three donkey-drivers, Faustus, Horos and Chaireas, who were evading their customary duty, be compelled to serve. Written at Oxyrhynchus on 30 July 321. machine translation
Linked by Trismegistos ID
TM 20366.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου
τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β […]
Οὐαλερίῳ Διοσκουρίδῃ τῷ καὶ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίου Διοσκόρου Σιλβανοῦ ἄρξαντος βουλευτοῦ τῆς λαμπρᾶςκαὶ λαμπροτάτης
Ὀξυρυγχειτῶν πόλεως. πραιποσίτου μου ὄντος πατριμωναλίων
δεκάτου πάγου τοῦδε τοῦ νομοῦ ὑποβληθέντος ἔτι εἰς κονδουκτορίαν
τοῦ ὀξέος δρόμου τοῦ εὐτυχῶς εἰσιόντος ἔτους, καὶ ἐχρῆν τοίνυν τοὺς ἐξ ἔθους
ταύτην τὴν χώραν ἀποπληροῦντας ὑπὲρ τῶν ἐνιαυσίως εἰς τοῦτο ὑποβαλλομένων ὑπακούειν καὶ ἡμῖν τοῖς ἐγχειρισθεῖσι πλεῖστα δημόσια ἐπιτάγματα καὶ τὴν χώραν ἣν ἐξ ἔθους ἀποπληροῦσι ἀποπληροῖν, παρεχομένων αὐτοῖς τῶν ἐπὶ τούτοις ἀναλωμάτων. ἀλλʼ ἐπειδὴ μανθάνω τούτους
βουλομένους ἐνεδρεύειν τὴν τηλικαύτην ἀπαραίτητον χρείαν τοὺς μὲν
ἀπιόντας, ἐνίους δὲ διαβάλλοντας, τῶν ἡμερῶν τῆς ἀντιλήμψεως συναχθεισῶν τοῦ λειτουργήματος, ἐκ τούτου ἠπίχθην τὰ βιβλία ἐπιδοῦναι ἀξιῶν τοὺς αὐτοὺς ὀνηλάτας ἐπαναγκασθῆναι Φαῦστον καὶ Ὧρον καὶ Χαιρέαν
πάντʼ ἔχειν ὑπὲρ ὧν ἐξετέλουν κατʼ ἔτος τῆς κονδουκτορίας χρειῶν πάντα τε παρασχέσθαι αὐτοὺς τοῖς ἐνιαυσίοις ὑπακούοντας, καὶ ἡμᾶς διὰ τῶν
αὐτῶν τὴν ἐνχειρισθεῖσαν χρείαν ἀποπληροῦν καὶ μὴ εἰς ἀνάγκην με γενέσθαι ἐντυχεῖν τοῖς μείζοσιν περὶ τούτου. ἐνεδρείας γεγενημένης.
ὑπατείας τῆς προκιμένης Μεσορὴ ϛ.
Αὐρήλιος Διόσκορος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.