no image
DDbDP-text
Contract between Eutheniarchs via HGV-meta
Linked by Trismegistos ID
TM 20371.
Each record below describes this same artifact or text from a different angle.
Σαραπίων ὁ καὶ Ὡρείων[…]
ωνος διὰ τοῦ κατὰ πατέρα πάππου Ἀπίωνος γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχειτῶν
πόλεως νυνὶ εὐθηνιάρχης
τῆς αὐτῆς πόλεως Τιβερίῳ
Κλαυδίῳ Διδύμῳ καὶ ὡς χρηματίζει τῶν ἀπὸ τοῦ Διονυσείου
καὶ τῆς ἱερᾶς συνόδου ἱερονικῶν ἀτελῶν καὶ Θέωνι τῷ
καὶ Ἀντιμάχῳ καὶ Διονυσίῳ τῷ καὶ
[…]καὶ Ἀχιλλεῖ τῷ καὶ Ἰσιδώρῳ
ἐξηγητεύσαντι καὶ Ὡρείωνι
τῷ καὶ Βερενεικιανῷ ἐξηγητεύσαντι τοῖς ε γυμνασιάρχαις καὶ εὐθηνιάρχαις τῆς αὐτῆς
Ὀξυρυγχειτῶν πόλεως χαίρειν.
συνεθέμην πρὸς ὑμᾶς νῦν
εὐθηνιαρχοῦντας ἀπὸ λ τοῦ ὄντος μηνὸς Παῦνι ἕως κθ τοῦ
ἑξῆς μηνὸς Ἐπεὶφ τοῦ ἐνεστῶτος ζ ἔτους ὥστε ὑφʼ ἑκάστου ὑμῶν
ἀρτοκοπεῖον ἓν ἀπαρτισθῆναι
[…]…ησιε… τρεφόντων ὑμῶν τὰ
κτήνη χόρτῳ τε καὶ κριθῇ ἐπὶ τῷ
ἀλήθειν τὰ κτήνη ἡμερησίως καθʼ ἕκαστον ἐργαστήριον μέχρι πυροῦ
ἀρταβῶν εἴκοσι …[…]…ασαρ……[…]χορηγοῦντος τὰ ἐν ἑκάστῳ ἐργαστηρίῳ
κτήνη κατὰ τὸ σ[…]…[…]…λωκαμε
[…]…[…]… ὑμῶν …σανμασυου[…]…[…]…παρέχειν ἓν ἐργαστήριν τὸν …[…]
[…]νερπ ἐμοῦ παρέχοντος τροφὰς …
ἀλήθοντας πρὸς τὸ … ἐργαστήριον τὰς
ἴσας ἡμερησίως υ[…]ἀρτάβας
εἴκοσι , οὐκ ἐξόντος οὐδενὶ ἡμῶν παραβαίνειν τὰ προγεγραμμένα. κύρια ταῦτα
τὰ γράμματα ἑξασσὰ γραφέντα πρὸς τὸ ἑκάτερον ἡμῶν ἔχειν μοναχόν. ἔτους ζ
Αὐτοκρατόρων Καισάρων Λουκίου
Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος
Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου
καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν.
Παῦνι κη. Σαραπίων ὁ καὶ Ὡρείων
διʼ ἐμοῦ Ἀπίωνος πάππου
εὐδοκῶ πᾶσιν τοῖς προκειμένοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.