no image
DDbDP-text
Amtliche Mitteilung über eine Streitigkeit zwischen einem Sitologen und einem Naukleros via HGV-meta
Linked by Trismegistos ID
TM 977105.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ποσειδώνιος Σαραπίωνι χαίρειν. τῆς παρὰ Γαλέστου γεγραμμένης ἐπιστολῆς
ὑποτετάχαμέν σοι τὸ ἀντίγραφον, ὅπως κατακολουθῆις τῆι γεγονυίαι
ἐπὶ τοῦ αὐτοῦ διεξαγωγῆι περὶ ὧν δεδήλωκε διαμφισβητῆσαι Ἁροννῶφριν τὸν
σιτολόγον πρὸς Δωρίωνα ναύκληρον τοῦ Πτολεμαίου κερκούρου ἀγωγῆς Ζ ὑπὲρ τοῦ μείζονι
μέτρωι τὴν ἐμβολὴν τῶν πυρῶν γεγονέναι. ἔρρωσο. ἔτους […] Ἁθὺρ β
Γαλέστης Ποσειδωνίωι χαίρειν. τῆς πρὸς Ἁροννῶφριν τὸν σιτολόγον ἐπιστολῆς
ἀντίγραφον ὑποτετάχαμεν, ὅπως κατακολουθῆις. […] ἔτους […] ι….
Ἁροννώφρει· διαμφισβητήσαντος σου πρὸς Δωρίωνα ναύκληρον τοῦ Πτολεμαίου κερκούρoυ ἀγωγῆς Ζ ὑπὲρ τοῦ μείζονι μέτρωι τὴν ἐμβολὴν τῶν πυρῶν γεγονέναι,
προσκαλεσάμενοι τὸν Δωρίωνα παρόντος καὶ Ψαμματίχου τοῦ παρὰ σοῦ
ἐποιούμεθα τὴν τούτων ἐπίσκεψιν τῆι ι… τοῦ ἐνεστῶτος μηνὸς
καὶ τὸ μὲν μέτρον συμβαλόντες πρὸς τὸ ἐν Μέμφει χαλκοῦν κατελαμβάνομεν
μεῖζον ὂν ταῖς ρ πυρῶν ἀρτάβαις ἀρτάβης α, ὁ δὲ Δωρίων […]…σας προεφέρετο ἀνειληφέναι
ἀρτάβας ΕΣπα 𐅵 ὥστ’ εἶναι προσαγομε[…]…[…]…[…]…ρ[…]
… ἃς ἐγεγράφεις ἀρτάβας Ετλδ δ, ἐφ᾽οἷς καὶ τοῦ Ψαμματίχου […]
τ[…] ὅτι οὐκ ἀνειλήφει ὁ Δωρίων πλεῖον τῶν ΕΣπα 𐅵 ἀρταβῶν καὶ τῶν …ν…[…]
…θ…[…] ἐκ τῆς δι’ ἡμῶν ἐπισκέψεως ἀρταβῶν νβ 𐅵δ. τῶν δε…[…]
χειρογραφήσαντος αὐτoῦ τὸν βασιλικὸν ὅρκον ὠιόμεθα δεῖν διασαφῆσαις,
ὅπως συνελκυσθῆις τοῖς ὠικονομημένοις. […]
[v]
Σαραπίωνι
… παρὰ ΠοσειδωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.