no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20373.
Each record below describes this same artifact or text from a different angle.
ἐμίσθωσεν Ἱερακίων Ἱερακίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἀγορανομήσας τῆς αὐτῆς
πόλεως Τεῶτι Σαραπάμμωνος μητρὸς
[…]ατος καταγεινομένῳ ἐν κώμῃ Πακέρκη ἀπηλιώτου τοπαρχίας εἰς ἔτη
τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ϛ ἔτους τὰς
ὑπαρχούσας αὐτῷ περὶ τὴν Πακέρκη ἀρούρας πέντε , ὥστε τῷ μὲν ἐνεστῶτι ϛ ἔτει
καὶ η ἔτει σπεῖραι πυρῷ ἐκφορίου κατʼ ἔτος
κατʼ ἄρουραν ἀνὰ πυροῦ ἀρτάβας ἕξ , τῷ δὲ
ἑξῆς ζ ἔτει καὶ θ ἔτει ξυλαμῆσαι χλωροῖς φόρου ὡσαύτως κατʼ ἔτος κατʼ ἄρουραν ἀνὰ δραχμὰς τριάκοντα δύο . ὁμολογεῖ δὲ ὁ μεμισθωμένος αὐτόθι
ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ
τοῦ γεούχου ἐν προχρείᾳ εἰς σπέρμα
ὑπὲρ τῆς γῆς μόνου τοῦ ἐνεστῶτος ἔτους
πυροῦ ἀρτάβας ἑπτά , ὧν τὰς ἴσας ἐπάναγκον ἀποδώσει αὐτῷ ἅμα τοῖς τῆς
γῆς ἐκφορίοις τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ
ἐνεστῶτος ἔτους μέτρῳ ᾧ παρείληφεν
ἀκίνδυνα πάντα παντὸς κινδύνου,
τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς
τὸν γεοῦχον, ὃν καὶ κυριεύειν τῶν
καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσηται. ἐὰν δέ τις ἀπὸ τοῦ εἰσιόντοςἔτους, ὃ μὴ εἴη, ἄβροχος γένηται
παραδεχθήσεται τῷ μεμισθωμένῳ,
ὃς βεβαιουμένης τῆς μισθώσεως
ἀποδότω τὰ ἐκφόρια καὶ τοὺς φόρους
κατʼ ἔτος μηνὶ Παῦνι, τὸν δὲ πυρὸν
ἐφʼ ἅλω τῆς Πακέρκη νέον καθαρὸν
ἄδολον ἄκριθον κεκοσκινευμένον
μέτρῳ τετραχοινίκῳ παραλημπτικῷ τοῦ γεούχου, τῆς μετρήσεως
γεινομένης ὑπὸ τῶν παρʼ αὐτοῦ, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων, ἐπὶ τῷ τὸν
αὐτὸν μεμισθωμένον παραδοῦναι τὴν
γῆν τῷ ἐσχάτῳ ἐνιαυτῷ τεθρυοκοπημένην καὶ καθαρὰν ἀπὸ θρύου καὶ δείσης πάσης. κυρία ἡ μίσθωσις. ἔτους ϛ
Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ
Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου
Ἀντωνείνου Καίσαρος ἀποδεδειγμένου
Αὐτοκράτορος Ἁθὺρ η. Τεῶς Σαραπάμμωνος μεμίσθωμαι ἐπὶ
τὰ τέσσαρα ἔτη τὴν γῆν ἐκφορίου καὶ φόρου κατʼ ἄρουραν κατʼ ἔτος
τῆς μὲν ἐν πυρῷ διετίας ἀνὰ πυροῦ ἀρτάβας ἕξ , τῆς δὲ ἐν χλωροῖς ἀνὰ δραχμὰς τριάκοντα
δύο , καὶ ἔσχον τὰς τῶν σπερμάτων
πυροῦ ἀρτάβας ἑπτὰ καὶ ἀποδώσω
πάντα ὡς πρόκειται. Πτολεμαῖος Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.