no image
DDbDP-text
Nominations to a Liturgy via HGV-meta
Linked by Trismegistos ID
TM 22550.
Each record below describes this same artifact or text from a different angle.
Ῥιση Ἀμμωνίωι στρατηγῶι Ἀραβίας παρὰ Ψόϊτος καὶ μετόχων πρεσβυτέρων δια δεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν Ῥιση καὶ ἄλλων κωμῶν μέρους τοπαρχίας Τετρακωμίας κάτωκάτωι. αἰτούμενοι ὑπὸ σοῦ ὀνόματα πυργοφυλάκων διμήνου Τῦβι Μεχεὶρ τοῦ ἐνεστῶτος κδ ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου δίδομενδίδωμεν τοὺς ὑπογεγραμμένους ὄντας ἐπιτηδείους τῷ ἡμῶν κινδύνῳ. ἔστι δέ· εἰς μὲν τὸν κατὰ συνήθειαν ὄντα πρῶτον πύργον Πιεσιῆς Φιεβῶτος μητρὸς Θαβεῖτος ἐτῶν κε ἀπὸ Τακαπέρθεως. Νισθερωοῦς μητρὸς Θαβελλήους ἐτῶν κ ἀπὸ Ψώφθεωςταωφθεως Φαῆσις πρεσβύτερος ἀπελεύθερος Τεῶτος Φθάϋτος ἐτῶν λε ἀπὸ Ῥιση. Κασυλλᾶς Ψόϊτος νεωτέρου μητρὸς Θαήσιος ἐτῶν λε ἀπὸ τῆς αὐτῆς. εἰς δὲ τὸν κατὰ Σκηνὰς ὄντα η πύργον Φθάϋς Ἁρποκρᾶτος Πετεθύμιος μητρὸς Τιαθρήους ἐτῶν μ ἀπὸ Ῥιση. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἁδριανοῦ κζ. Ψόϊς καὶ μέτοχοι πρεσβύτεροι διὰ Ἀμμωνίου βοηθοῦ ἐπιδεδώκαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.