Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.63.4394
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Φλάουϊος Κλημεντῖνος μεγαλοπρεπέστατος κόμες καὶ ἀπὸ ὑπάτων χαρτ Ἀλεξανδρ ἰνδικτίωνος ιε διρεν τοῖς μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουΐου Εὐσεβίου τοῦ λαμπροτάτου τὸ β, ΕπεὶφΕπὶφ ἐννεακαιδεκάτῃ, ἰνδικτίωνι τρίτῃ , ἐν τῇ λαμπροτάτῃ καὶ φιλοχρίστῳ Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ. Φλάουϊοι Ἰουλιανὸς ὁ λαμπρότατος τριβοῦνος νοτάριος τοῦ θείου παλατίου, υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐσεβίου, ἀπὸ τῆσδε τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, οἰκῶν ὄπιθεν τοῦ μαρτυρίου τοῦ ἁγίου Βαπτιστοῦ Ἰωάννου ἐν τοῖς ἰδίοις, καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος σχολαστικός, συνήγορος τοῦ Αὐγουσταλιανοῦ φόρου, υἱὸς τοῦ τῆς ἀρίστης μνήμης Εὐτυχιανοῦ, οἰκῶν πλησίον τοῦ Μεγάλου Τετραπύλου ἐν τοῖς ἰδίοις, ἀλλήλων ἐγγυηταὶ καὶ ἀλλήλων μανδάτορεςμανδάτοραις, Φλαουΐῳ Μαξιμίνῳ τῷ λαμπροτάτῳ καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ, συνηγόρῳ τοῦ Αὐγουσταλιανοῦ φόρου, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Γαΐου, ὁμολογοῦσινὁμολογοῦσειν τὰ ὑποτεταγμένα. κατὰ τὴν ἐνάτην καὶ εἰκάδα τοῦ Μεσορὴ μηνὸς τῆς πρώτης ἰνδικτίονος ἐπὶ τῆς ὑπατείαςὑπατίας τοῦ δεσπότου ἡμῶν καὶ αὐτοκράτορος Φλαουΐων Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου τὸ πρῶτον καὶ Ῥούφου τοῦ λαμπροτάτου οἱ προγεγραμμένοι Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος ἀλληλέγγυον ἐξέθεντο γραμματεῖον εἰς Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν κεφαλαίου νομισμάτων χιλίων τετρακοσίων πεντήκοντα πέντε τόκον ἐπερωτηθέντες ἡμιεκατοστιαῖον. δραμόντων δὲ ἐξ οὗπερ τὸ γραμματεῖον συνετέθη ἄχριἄχρει τριακάδος τοῦ παρελθόντος μηνὸς Παῦνι τῆς παρούσης τρίτης ἐπινεμήσεως μηνῶν εἴκοσι δύο , συνήχθη λόγῳ τόκων τοῦ αὐτοῦ χρέους νομίσματα ἑκατὸν ἑξήκοντα , ὡς συντείνεινσυντείνιν τά τε τοῦ κεφαλαίου καὶ τῶν τόκων εἰς νομισμάτια χίλια ἑξακόσια δεκαπέντε . τούτων οὕτως ἐχόντων ὁ προγεγραμμένος λαμπρότατος Ἰουλιανὸς ὑπὲρ ἑξακοσίων ἑβδομήκοντα πέντε νομισμάτων παρέσχετο Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ κηπία δύο καὶ τὰ συγκυροῦντα αὐτοῖς πάντα σὺνσὺμ παντὶ αὐτῶν τῷ δικαίῳ κείμενα ἐν τῇ Ταφοσιριακῇ ταινίᾳ πρὸς τῇ καλουμένῃ ΓλυκαίᾳΓλύκαις ἤτοι Ὑδρηγοῖς πλησίον τῆς ΜαρείαςΜαρίας λίμνης ἀκολούθως τῇ περὶ τούτου γενομένῃ εἰς αὐτὸν ἀσφαλείᾳ κατὰ τὴν ἐνεστῶσαν καὶ προγεγραμμένην ἡμέραν, ἥτις ἐστὶν ἐννεακαιδεκάτη τοῦ ὄντος μηνὸς ἘπεὶφἘπὶφ τῆς παρούσης τρίτης ἰνδικτίονος. περιστάντος οὖν τοῦ χρέους μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων αὐτοῖς καταβολὴν εἰς ἐννακόσια τεσσαράκοντατεσσεράκοντα νομίσματα εὔσταθμα, κεχάρακται μὲν τὸ πρότερον γραμματεῖον καὶ ἀπέμεινεν παρὰ Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ διὰ τὴν τῶν χρόνων ἀπόδειξιν, ἀναγκαίως δὲ τόδε τὸ γραμματεῖον ἐξέθεντο οἱ προγεγραμμένοι Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος σχολαστικός, διʼ οὗ ὁμολογοῦσινὁμολογοῦσειν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος Μαξιμίνου τοῦ ἐλλογιμωτάτου τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων αὐτοῖς παράδοσινπαράδοσειν λόγῳ κεφαλαίου χρεωστούμενα νομίσματα ἐννακόσια τεσσαράκοντατεσσεράκοντα εὔσταθμα καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖον μηνιαῖον τόκον ὅνπερ εἶχεν καὶ τὸ πρότερον γραμματεῖον μέχριμέχρει τελείας ἀποδόσεως τῶν ἐννακοσίων τεσσαράκοντατεσσεράκοντα νομισμάτων ἀκοιλάντως, ἀριθμουμένου τοῦ πρώτου μηνὸς ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς ΕπεὶφΕπὶφ τῆς παρούσης τρίτης ἰνδικτίονος, τὰ δὲ ἐννακόσια τεσσαράκοντατεσσεράκοντα νομίσματα εὔσταθμα διδόναι καὶ καταβάλλειν τῷ λαμπροτάτῳ καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ Μαξιμίνῳ καὶ παντὶ τῷ κυρίως τὴν μεθοδείανμεθοδίαν ποιουμένῳ ἡνίκα ἂν ἀπολαβεῖν βουληθείη ἀνυπερθέτως καὶ δίχα τῆς τυχούσης παρολκῆς καὶ ἀντιλογίας καὶ δίκης καὶ κρίσεως καὶ παντοίας νομίμου παραγραφῆς, καὶ μὴ ἐξεῖναι αὐτοῖς βουλομένου τοῦ αὐτοῦ ἐλλογιμωτάτου ἀνδρὸς ἀπολαβεῖν τὸ χρέος καὶ τὴν μεθοδείανμεθοδίαν ποιουμένου ὑπερθέσθαι περὶ τὴν ἀπόδοσιν, οὐκ ἧττον τῶν ἐννακοσίων τεσσαράκοντατεσσεράκοντα νομισμάτων εὐστάθμων διδόναι ἢ κοιλᾶναι καὶ ἂνκἂν ἕνα μῆνα τὴν χορηγίαν τοῦ ἡμιεκατοστιαίου τόκου ἢ λέγειν τι δεδωκέναι χωρὶς ἐγγράφου ἀποχῆς τῆς αὐτοῦ ἐλλογιμότητος ἢ λυτρώσεως τοῦδε τοῦ γραμματείου. εἰ δὲ ὑπερτιθεμένων αὐτῶν περὶ τὴν ἀπόδοσιν ἀναγκασθείη ὁ αὐτὸς ἐλλογιμώτατος ἀνὴρ τῆς μεθοδείαςμεθοδίας χάριν δικαστηρίοις χρησάμενος ἢ καὶ ἐκτὸς δικαστηρίου ἀναλώματα ἢ ζημιώματα ποιήσασθαι, ὁμολογοῦσινὁμολογοῦσειν Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος κατὰ ταῦτα σύμπαντα ἀλληλεγγύως διδόναι καὶ ἀποκαταστῆσαι τῷ αὐτῷ ἐλλογιμωτάτῳ ἀνδρὶ κατὰ τὴν αὐτοῦ πίστιν, καὶ γίγνεσθαι τὴν περὶ πάντων εἴσπραξιν κατὰ τὰ προγεγραμμένα Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ καὶ παντὶ τῷ κυρίως τὴν μεθοδείανμεθοδίαν ποιουμένῳ ἔκ τε Ἰουλιανοῦ τοῦ λαμπροτάτου καὶ Ὀλυμπιοδώρου τοῦ ἐλλογιμωτάτου καὶ παρʼ ὁποτέρου αὐτῶν ἐνεχομένου τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος καὶ οὐκ ἐλευθερουμένου ἀπὸ ἐπιλογῆς ἢ προκατάρξεως ἢ διαδικασίας ἢ μερικῆς καταβολῆς εἰ μὴ διὰ τελείας ἀποδόσεως καὶ παρὰ κληρονόμων αὐτῶν καὶ παντοίων διαδόχων καὶ διακατόχων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς καὶ ὑπαρξόντων κινητῶνκεινητῶν καὶ ἀκινήτωνἀκεινήτων καὶ αὐτοκινήτωναὐτοκεινήτων, ἅτινα καὶ νῦν ὑπέθεντο τῇ αὐτοῦ ἐλλογιμότητι γενικῶς καὶ ἰδικῶς ἕκαστον ἐνεχύρου ὑποθήκης δικαίῳ. καὶ ἐπωμόσαντο θεὸν τὸν παντοκρατοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκου καὶ αὐτοκράτορος ἡμῶν δεσπότου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου κύριον φυλάξαι τόδε τὸ γραμματεῖον καὶ μὴ αἰτιάσασθαι αὐτὸ ἢ μέμψασθαι τρόπῳ μηδενὶ καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες Ἰουλιανὸς ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος ὑπὸ Μαξιμίνου τοῦ ἐλλογιμωτάτου σχολαστικοῦ κατὰ πρόσωπον ὡμολόγησαν. ἐγράφη παρὰ Ζωσιμᾷ συμπράττοντισυνπράττοντι Ἰωάννῃ συναλλαγματογράφῳ πεδατούρας οἴκου Καίσαρος. Φλάουϊος Ἰουλιανὸς ὁ λαμπρότατος τριβοῦνος τοῦ θείου παλατίου υἱὸς τοῦ τῆς μακαρίας μνήμης Εὐσεβίου ὁ προγεγραμμένος ἐθέμην τόδε τὸ γραμματεῖονγραμματῖον ἅμα Ὀλυμπιοδώρῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἐς ἀλλη λεγγύης εἰς σὲσαὶ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν καὶ ὁμολογῶ κατὰ τὴν προκειμένηνπροκιμένην διήγησιν ἔχεινἔχιν καὶ χρε ωστεῖνχρεωστῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος τῆς σῆς ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρόντωνσυνκυρούντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίουκαιφαλαίου χρεωστούμενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια τεσσαρά κοντατεσσεράκοντα ἀπὸ τῶν χιλίων ἑξακοσίων δεκαπέντε ὡς προγέγραπται νομισμάτων καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖονἡμιεκατοστιε͂ον τόκον ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμμα τεῖονγραμματῖον, ὃ καὶ κατακεχάρακται καὶ ἀπέμεινενἀπέμινεν παρὰ σοὶ διὰ τὴν τῶν χρόνων ἀπόδειξινἀπόδιξιν ἀπὸ νεομηνίαςνευουμηνίας τοῦ ὄντος μηνὸς ΕπεὶφἘπιφὶ τῆς παρούσης τρίτης ἰνδικτίωνοςἰνδικτίονος μέχρι τελείας ἀποδόσεως ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαράκοντατεσσεράκοντα χρύσινα εὔστα θμα διδόναι καὶ καταβάλλεινκαταβάλλιν τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ ρεκ ὁπηνίκα ἂν βου ληθείης ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖσυμφωνῖ τὰ προγεγραμμένα, ἐφʼ οἷς καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα γενικῶς καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἀπέλυσα. Φλάουϊος Ὀλυμπιόδωρος ὁ λαμπρότατος υἱὸς τοῦ τῆς ἀρίστης μνήμης Εὐτυχιανοῦ ὁ προγεγραμμένος ἐθέμην τόδε τὸ γραμματεῖονγραμματῖον ἅμα Ἰουλιανῷ τῷ λαμπροτάτῳ τριβούνῳ ἐξ ἀλληλεγγύης εἰς σὲ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν καὶ ὁμολογῶ κατὰ τὴν προκειμένην διήγησιν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδά τορος τῆς σῆς ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντωνσυνκυρούντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίουκεφαλέου χρεωστού μενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια τεσσαράκοντατεσσεράκοντα ἀπὸ τῶν χιλίωνχειλίων ἑξακοσίων δεκαπέντε ὡς προγέγραπταιπρογέγραπτε νομισμάτων καὶ διδόναιδιδόνε τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖονἡμιεκατοστιε͂ον τόκον, ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμματεῖονγραμματῖον, ὃ καὶ κατακεχάρακταικατακεχάρακτε καὶ ἀπέμεινενἀπέμινεν παρὰ σοὶ διὰ τὴν τῶν χρόνων ἀπόδειξιν ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Ἐπεὶφ τῆς παρούσης τρίτης ἰνδικτίωνος μέχρι τελείαςτελίας ἀποδόσεως ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαρά κοντατεσσεράκοντα χρύσινα εὔσταθμα διδόναιδιδόνε καὶ καταβάλλεινκαταβάλλιν τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ ὡς ὁπηνίκα ἂν ἀπολαβεῖν βουληθείης ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖσυμφωνῖ τὰ προγεγραμμένα καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα γενικῶς καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶςἐπερωτηθὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἀπέλυσα. Αὐρήλιος Κάνωπος υἱὸς Θεοφίλου τοῦ τῆς μακαρίας μνήμης, ἐρέτης, οἰκῶν ὄπιθεν τοῦ μαρ τυρίου τοῦ ἁγίου Βαπτιστοῦ Ἰωάννου πρὸς τόπῳ Πραϋλίου ἐν τοῖς ιανοῦ, μαρτυρῶ τῷδε τῷ γραμμα τείῳγραμματίῳ. Αὐρήλιος Σέλευκος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου, οἰκῶν πρὸς τόπῳ Πραϋλίου ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳγραμματίῳ. Αὐρήλιος Πέτρος υἱὸς τοῦ μακαρίου Τιμοθέου, οἰκῶν ἄντικρυς ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳγραμματίῳ Ζωσιμᾶς συμπράττων Ἰωάννῃ συναλλαγματογράφῳ πεδατούρας οἴκου Καίσαρος ἐτέλεσα. Μαξιμῖνος λαμπρότατος σχολαστικὸς Ἰουλιανῷ τῷ θαυμασιωτάτῳ τριβούνῳ υἱῷ Εὐσεβίου τοῦ αἰδεσίμου πραγματευτοῦ ναποθηκ φρνος τὰ χρεωστηθέντα μοι διὰ τῆς προαναφερομένης δανειακῆςδανιακῆς συγγραφῆς ἐκτεθείσης ου ἔκ τε ἀρχαίου καὶ τόκων καὶ εἰς πλῆρες ταῦτα κομι σάμενος ἀναδέδωκα τῇ σῇ θαυμασιότητι τὸ γραμματεῖον. Μεχεὶρ κ, ἰνδικτίωνος ὀγδόης, ὑπατείᾳὑπατίᾳ Φλαουΐου Ἰωάννου τοῦ λαμπροτάτου.Cross-references (3)
- TM-Text 22156 primary
- DDbDP-Text p.oxy;63;4394 tier-1
- HGV-Text 22156 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.