Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.63.4397

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιη, τοῖς τὸ γ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουΐου Βασιλείου τοῦ λαμπροτάτου, Φαμενὼθ κα, ἰνδικτίωνος η, ἔτους σκαρϙ, ἐν Ὀξυρύγχων πόλει. ταύτην τὴν ὁμολογίαν τῶν ὁμολογημάτων καὶ ἐπερωτημάτων δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης, καὶ πάσης περιγραφῆς ἐκτός, ποιεῖται τὸ εὐαγὲς κοινόβιον τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος διὰ Ἰωσὴφ πρεσβυτέρου καὶ προεστῶτος τοῦ αὐτοῦ εὐαγοῦς τόπου καὶ Θεοδώρου τοῦ οἰκονομοῦντος αὐτόαυτω, μετὰ συναινέσεως πάντων τῶν ἐν αὐτῷ εὐλαβεστάτων μοναζόντων εἰς Φλάουϊον Ἀπίωνα τὸν ὑπερφυέστατον ἀπὸ ὑπάτων ὀρδιναρίων, υἱὸν Στρατηγίου τοῦ τῆς πανευφήμου μνήμης, διὰ Μηνᾶ οἰκέτου τῆς αὐτοῦ ὑπερφυείας ἐπερωτῶντοςἐπερωτο͂ντος καὶ προσπορίζοντος τῷ αὐτῷ ὑπερφυεστάτῳ αὐτοῦ δεσπότῃ πᾶσαν ἀπὸ τῆς παρούσης ὁμολογίας ἁρμόζουσαν ἢ ἁρμόσαι δυναμένην ἀγωγὴν καὶ ἐνοχὴν καὶ ὁμολογεῖ τὰ ὑπογεγραμμένα. Διογένης ὁ τῆς λαμπρᾶς μνήμης διάγων κατὰ τὴν βασιλεύουσαν τηνικαῦτα καὶ δεηθεὶς ὀγδοήκοντα νομισμάτων ᾔτησεν Θεόφιλον τὸν τῆς εὐλαβοῦς μνήμης καὶ αὐτὸν εὑρεθέντα τότε κατὰ τὴν αὐτὴν βασιλεύουσαν ταῦτα αὐτῷ δανεῖσαιδανῖσαι ἐπὶ ἡμιεκατοστιαίου τόκου καὶ λαβεῖν παρʼ αὐτοῦ ὑπὲρ ἀσφαλείας τῶν αὐτῶν ὀγδοήκοντα νομισμάτων μηχανὴν ἀρουρῶν δεκαὲξ ἡμίσους διακειμένην ἐν κώμῃ Ὤφει καὶ τοὺς ἐτησίους τόκους ἐκ τῶν καρπῶν καὶ προσόδων τῆς αὐτῆς μηχανῆς ἀποφέρεσθαι καὶ ταύτην ἔχειν μέχρι τελείας ἀποδόσεωςἀποδώσεως τῶν αὐτων ὀγδοήκοντα νομισμάτων. δανεισθέντωνδανισθέντων οὖν τῶν αὐτῶν ὀγδοήκοντα νομισμάτων παρὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς μνήμης τῷ τῆς λαμπρᾶς μνήμης Διογένει ἀγοραῖον γραμματεῖονγραμματῖον γεγένηται παρʼ αὐτοῦ κατὰ τὴν αὐτὴν βασιλεύουσαν ἐν ᾧ ὑπέθετο τῷ εὐαγεῖ κοινοβίῳ τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος διὰ Θεοφίλου τοῦ τῆς εὐλαβοῦς μνήμης τὴν εἰρημένην μηχανὴν τῶν δεκαὲξ ἡμίσους ἀρουρῶν ἐπὶ τῷ τὸ εὐαγὲς κοινόβιον ἐκ τῶν καρπῶν καὶ προσόδων ἀποφέρεσθαι τοὺς ὑπὲρ τῶν ὀγδοήκοντα νομισμάτων τόκους ἑκάστου ἔτους καὶ ταύτην τὴν μηχανὴν ἔχειν ἐπὶ ἀσφαλείᾳ τοῦ τε κεφαλαίου καὶ τῶν ἐπισυναχθησομένων τόκων μέχρι τελείας ἀποδόσεωςἀποδώσεως. πάλιν δὲ ὁ αὐτὸς τῆς λαμπρᾶς μνήμης Διογένης δεηθεὶς ἑτέρων νομισμάτων πεντήκοντα ᾔτησεν τὸν αὐτὸν τῆς εὐλαβοῦς μνήμης Θεόφιλον καὶ τότε διάγοντα κατὰ τὴν αὐτὴν βασιλεύουσαν καὶ ταῦτα αὐτῷ ἐκδανεῖσαιἐκδανῖσαι, καὶ δὴ παισθεὶςπισθεὶς ὁ αὐτὸς τῆς εὐλαβοῦς μνήμης Θεόφιλος καὶ τὰ πεντήκοντα νομίσματα παρέσχετο Διογένει τῷ τῆς λαμπρᾶς μνήμης καὶ ἐπʼ αὐτοῖς τοῖς πεντήκοντα νομίσμασιν ἐγένετο ἑτέρα συγγραφή, ἐν ᾗ ἰδικὴν καὶ γενικὴν πάντων αὐτοῦ τῶν ὑπαρχόντων ὁ αὐτὸς Διογένης ὁ τῆς λαμπρᾶς μνήμης ὑποθήκην ἐποιήσατο. τούτων οὕτως προκεχωρηκότων συνέβη τὸν τῆς λαμπρᾶς μνήμης Διογένην πρὸ ἀποδόσεωςἀποδώσεως τῶν ἐμφερομένων τοῖς αὐτοῖς γραμματείοιςγραμματίοις τελευτᾶν καὶ Στρατήγιον τὸν τῆς πανευκλεοῦς μνήμης χρεωστηθέντα παρὰ Διογένους ἀπὸ διαφόρων δανειακῶνδανιακῶν συγγραφῶν ἐχουσῶν γενικὰς καὶ ἰδικὰς ὑποθήκας ζητῆσαι κληρονόμον τοῦ αὐτοῦ τῆς λαμπρᾶς μνήμης Διογένους ἐπὶ τῷ τὰ ἐποφληθέντα αὐτῷ παρὰ τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους παρʼ αὐτοῦ νομίμως λαβεῖν. μὴ εὑρηθέντος δὲ μηδενὸς κληρονόμου τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους, ἀλλὰ καὶ ἰδικῶς τηνικαῦτα ἀποταξαμένου τῷ κλήρῳ αὐτοῦ Ἀπφουᾶς τοῦ τῆς λαμπρᾶς μνήμης αὐτοῦ ἀδελφοῦ καὶ Κληματίας τῆς ἐν εὐγενεῖ τῇ μνήμῃ αὐτοῦ ἀδελφῆς ἠνάγκασται ὁ αὐτὸς τῆς ἐνδόξου μνήμης Στρατήγιος ἀπορίᾳ κληρονόμου αἰτῆσαι τὴν δεσποτείανδεσποτίαν λαβεῖν τῷ δικαίῳ τῶν ὑποθηκῶν τῶν ἐμφερομένων ταῖς δανειακαῖςδανιακαῖς αὐτοῦ συγγραφαῖς πάντων τῶν πραγμάτων αὐτοῦ Διογένους τοῦ τῆς λαμπρᾶς μνήμης καὶ νομίμῳ τρόπῳ τὴν νομὴν πάντων τῶν πραγμάτων παραλαβὼν ἐγένετο ἐν νομῇ καὶ τῆς εἰρημένης μηχανῆς οὔσης τῆς αὐτῆς οὐσίας καὶ περι εχομένης ταῖς Διογένους τοῦ τῆς λαμπρᾶς μνήμης ὑποθήκαις ταῖς οὔσαις παρὰ τῷτοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου. ὅθεν Θεόφιλος ὁ εὐλαβὴς τὴν μνήμην τηνικαῦτα ἀπελθὼν εἰς τὴν βασιλεύουσαν παρακλήσεις προσήγαγεν Στρατηγίῳ τῷ τῆς πανευκλεοῦς μνήμης περὶ τῆς εἰρημένης μηχανῆς διδάξας ὀγδοήκοντα νομίσματα τὸ εὐαγὲς κοινόβιον διʼ αὐτουῦ κατὰ πρώτην δανειακὴνδανιακὴν συγγραφὴν δεδωκέναι τῷ τῆς λαμπρᾶς μνήμης Διογένει ἐπὶ ὑποθήκῃ τῆς αὐτῆς μηχανῆς καὶ ἕτερα πεντήκοντα νομίσματα διὰ ἀγοραίου ἑτέρου γραμματείουγραμματίου ἐπὶ γενικῇ ὑποθήκῃ πάντων αὐτοῦ τῶν πραγμάτων καὶ ἐδεήθη τούτων ἕνεκα παραχωρηθῆναι τὴν εἰρημένην μηχανὴν τῷ εὐαγεῖ αὐτοῦ κοινοβίῳ. πρὸς ταῦτα ὁ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος προεκόμισεν τὰς ἰδικὰς δανειακὰςδανιακὰς αὐτοῦ συγγραφὰς καὶ ὑπέδειξεν τὴν ἐν αὐταῖς κειμένην γενικὴν ὑποθήκην πάντων τῶν πραγμάτων τοῦ τῆς λαμπρᾶς μνήμης Διογένους προγενεστέραν εἶναι τῶν παρʼ ἐκείνου ὑποδειχθέντων αὐτῷ ἀγοραίων γραμματείωνγραμματίων διαβεβαιούμενος κατὰ τοὺς νόμους δεσπότης γενέσθαι ἁπάντων τῶν πραγμάτων Διογένους τοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ διὰ τὰ ἐποφληθέντα αὐτῷ δικαίως. ταῦτα γνοὺς τηνικαῦτα Θεόφιλος ὁ τῆς εὐλαβοῦς μνήμης καὶ λογισάμενος ὡς οὐδεμία ἁρμόζει αὐτῷ δικαιολογία περὶ τῆς αὐτῆς μηχανῆς, ἀλλὰ πανταχόνθεν ἐξέπεσεν τῆς ὑποθήκηςὑποθήκην ταύτης διὰ τὸ προτογενεστέρας εἶναι τὰς ἐμφερομένας ὑποθήκας ταῖς δανειακαῖςδανιακαῖς συγγραφαῖς Στρατηγίου τοῦ τῆς πανευκλεοῦς μνήμης ἐδεήθη τοῦ αὐτοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου μὴ ἀποχρήσασθαι τῷ νόμῳ καὶ τοῖς προσοῦσιν αὐτῷ δικαίοις ἀλλὰ ἀφορᾶν πρὸς τὸ εὐσεβὲς καὶ τὸ ἐνδεὲς τῶν ἐν τῷ εἰρημένῳ εὐαγεῖ κοινοβίῳ ἀδελφῶν δεομένων δεον τῶν αὐτῶν ἑκατὸν τριάκοντα νομισμάτων πρὸς περιποίησιν τῶν ἀναγκαίων αὐτῶν ἀποτροφῶν καὶ δοῦναι λογῳ εὐσεβείας τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ τὰ ἑκατὸν τριάκοντα νομίσματα. ὁ δὲ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος ἐπικαμφθεὶς τκ ἔγραψεν τοῖς προσήκουσιν τῇ αὐτοῦ ὑπερφυείᾳ κατὰ ταύτην τὴν πόλιν δοῦναι τῷ εὐαγεῖ κοινοβίῳ οἰκονομουμένῳ παρὰ τοῦ τῆς εὐλαβοῦς μνήμης Θεοφίλου νομίσματα ἑκατὸν τριάκοντα, οἵτινες δεξάμενοι τὰ τοιαῦτα γράμματα μόνα ἑβδομήκοντα δύο νομίσματα τηνικαῦτα δεδώκασιν τῷ εἰρημένῳ τῆς εὐλαβοῦς μνήμης Θεοφίλῳ ἤτοι τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ καὶ παρέθεντο τότε Σερήνῳ τῷ τῆς μακαρίας μνήμης ζυγοστάτῃ γενομένῳ ταύτης τῆς Ὀξυρυγχιτῶν ἐπὶ τῷ ταῦτα ἐκδανεῖσαιἐκδανῖσαι καὶ τὰ γινόμεναγεινόμενα ἐξ αὐτῶν ἑκάστου ἔτους παρασχεῖν εἰς τὸ εὐαγὲς κοινόβιον ἄχρις ὅταν εὑρεθῇ μηχανὴ πιπρασκομένη καὶ ταύτην ἀγοράσῃ τὸ αὐτὸ εὐαγὲς κοινόβιον καὶ τὴν λίτραν τοῦ χρυσίου δώσῃ ὁ αὐτὸς Σερῆνος ὑπὲρ μέρους τῆς τιμῆς τῆς εὑρισκομένης καὶ πραθησομένης μηχανῆς τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ. τούτων οὖν οὕτως γενομένων συνέβη Σερῆνον τὸν τῆς μακαρίας μνήμης ζυγοστάτην γενόμενον ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως τελευτᾶν καὶ τότε τοὺς ἀπὸ τοῦ εὐαγοῦς κοινοβίου τοῦ τῆς ὁσίας μνήμης Ἀββᾶ Ἱέρακος λαβεῖν παρὰ τῶν κληρονόμων Σερήνου τὴν αὐτὴν λίτραν τοῦ χρυσίου, ἀρτίως δὲ ἀνελθεῖν ἐπὶ τὴν βασιλεύουσαν καὶ παρακαλέσαι Ἀπίωνα τὸν ὑπερφυέστατον ἀπὸ ὑπάτων καὶ τὴν πανεύφημον αὐτοῦ μητέρα τὴν καὶ ἐπιτροπεύουσαν αὐτῷ ἐπιτρέψαι δοθῆναι ἅπερ διὰ γραμμάτων οἰκείων Στρατήγιος ὁ τῆς πανευκλεοῦς μνήμης ἔτι περιὼν εὐσεβείας λόγῳ ἐκέλευσεν τοῖς προσήκουσιν αὐτῷ παρασχεῖν, τουτέστιν τὰ ἄλλα πεντήκοντα ὀκτὼ νομίσματα παρὰ κεράτια διακόσια τριάκοντα δύο ἰδιωτικῷ ζυγῷ ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως. ἀρτίως τοίνυν Ἀπίων ὁ ὑπερφυέστατος ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ Λεοντία ἡ πανεύφημος αὐτοῦ μήτηρ, καὶ ἐμφύτως ἔχοντες πρὸς εὐσέβειαν καὶ ἐπιρρεπεῖςἐπιρεπεῖς ὄντες τὰς αἰτήσεις τῶν δεομένων, μάλιστα τῶν εὐλαβεστάτων ἀνδρῶν, προσίεσθαι, καὶ ὅτι ὁ τῆς πανευκλεοῦς μνήμης Στρατήγιος ἔτι περιὼν ἔγραψεν ἑκατὸν τριάκοντα νομίσματα δοθῆναι τῷ εὐαγεῖ κοινοβίῳ, ἑβδομήκοντα δύο δὲ μόνα μέχρι τοῦ νῦν ἐδόθησαν, διὰ γραμμάτων οἰκείων ἐπέτρεψαν τοῖς προσήκουσιν τῇ αὐτῶν ὑπερφυείᾳ κατὰ ταύτην τὴν πόλιν παρασχεῖν ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα τοῖς τοῦ εὐαγοῦς κοινοβίου. δοθέντων τοίνυν τῶν ἄλλων πεντήκοντα ὀκτὼ νομισμάτων τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ διὰ Ἰωσὴφ τοῦ εὐλαβεστάτου οἱ αὐτοὶ τοῦ εὐαγοῦς κοινοβίου διὰ τοῦ αὐτοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου πρὸς τὴν παροῦσαν ἐληλύθασιν ὁμολογίαν, διʼ ἧς ὁμολογοῦσιν καὶ ἐξ ἀρχῆς τὸν τῆς πανευκλεοῦς μνήμης Στρατήγιον μὴ ἀποχρώμενον μὲν νόμοις καὶ δικαίοις πᾶσιν καὶ προγενεστέραις ὑποθήκαις καὶ μὴ ἀνάγκην ἔχοντα τίποτε αὐτοῖς παρασχεῖν, διὰ δὲ τὸ εὐσεβές, τότε γράψαι τὰ ἑκατὸν τριάκοντα νομίσματα δοθῆναι αὐτοῖς ἐπὶ χώρας, μόνα δὲ ἐξ αὐτῶν τότε ἑβδομήκοντα δύο εἰληφέναι, ἀρτίως δὲ Ἀπίωνα τὸν πανεύφημον ὕπατον καὶ τὴν εὐκλεεστάτην αὐτοῦ μητέρα ἀκολουθήσαντες τῷ εὐσεβεῖ τοῦ ἀπελθόντος σκοπῷ ἕτερα πεντήκοντα ὀκτὼ ἐπιτρέψαι δοθῆναι αὐτοῖς. προσομολογοῦσιν τοίνυν ὅ τε προεστὼς τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου καὶ Θεόδωρος ὁ οἰκονομῶν τὸ εὐαγὲς κοινόβιον καὶ διʼ αὐτῶν οἱ λοιποὶ εὐλαβέστατοι μονάζοντες τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου πρωτοτύπως μὲν περιόντος Στρατηγίου τοῦ πανευκλεοῦς τῆς μνήμης ἐκ γραμμάτων αὐτοῦ εἰληφέναι παρὰ τῶν προσηκόντων τότε τῷ ἐνδόξῳ αὐτοῦ οἴκῳ χρυσίου λίτραν μίαν, ἥνπερ κατὰ τὰ προδιηγηθέντα ὁμολογοῦσιν εἰληφέναι παρὰ τῶν κληρονόμων τοῦ μακαρίου Σερήνου τοῦ ζυγοστάτου, ἀρτίως δὲ ὁμοίως δέξασθαι καὶ εἰς χεῖρας λαβεῖν ἕτερα χρυσοῦ νομισμάτια πεντήκοντα ὀκτὼ παρὰ κεράτια διακόσια τριάκοντα δύο, ἅπερ ἔγραψαν Ἀπίων ὁ πανεύφημος ὕπατος καὶ ἡ εὐκλεεστάτη αὐτοῦ μήτηρ ἀρτίως δοθῆναι αὐτοῖς καὶ μηδένα λόγον ἔχειν περὶ τῆς αὐτῆς μηχανῆς ἕνεκεν διὰ τό, ὡς εἴρηται, καὶ ἐξ ἀρχῆς μηδεμίαν νομίμην ἔχειν δικαιολογίαν ἐπὶ ἐκδικήσει ταύτης διὰ τὰς προτογενεστέρας ὑποθήκας Στρατηγίου τοῦ τῆς πανευκλεοῦς μνήμης, χάριτας δὲ ὁμολογεῖν καὶ ὑπερεύξασθαι τοῦ πανευφήμου τῆς μνήμης Στρατηγίου ὑπὲρ ὧν εὐσεβείας χάριν ἐπέτρεψεν ἔτι περιὼν δοθῆναι αὐτοῖς τὰ ἑκατὸν τριάκοντα νομίσματα καὶ ὁμοίως ἱκετεύειν τὸ θεῖον μακροζωΐανμακροζωείαν χαρίσασθαι τῷ πανευφήμῳ ἀπὸ ὑπάτων Ἀπίωνι καὶ τῇ εὐκλεεστάτῃ αὐτοῦ μητρὶ Λεοντίᾳ, ὑπὲρ ὧν καὶ αὐτοὶ μὴ ἀνάγκην ἔχοντες ἀρτίως ἐπέτρεψαν ἕτερα πεντήκοντα ὀκτὼ νομίσματα δοθῆναι πρὸς ἀποπλήρωσιν τῶν τότε γραφέντων παρὰ τοῦ τῆς πανευκλεοῦς μνήμης Στρατηγίου ἔτι περιόντος δοθῆναι αὐτοῖς, καὶ ἐπʼ ἀσφαλείᾳ τῶν παρʼ αὐτῶν διομολογηθέντων μάρτυρα τὸν θεὸν ἐπικαλούμενοι ὡμολόγησαν τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, κύρια ἡγεῖσθαι διὰ παντός, καὶ μὴ ἐναντιωθῆναι αὐτοῖς ἢ μέρει αὐτῶν ἢ κεφαλαίῳ, μὴ νῦν, μὴ μετὰ ταῦτα, μὴ ἐν δικαστηρίῳ ἐπιχωρίῳ ἢ ὑπερορίῳ, μὴ ἐκτὸς δικαστηρίου, μὴ διὰ δεήσεως ἐπανατεινομένηςἐπανατινομένης τῷ καλλινίκῳ ἡμῶν δεσπότῃ, μὴ ἐπὶ φίλων αἰτιᾶσθαι, μηδὲ μέμψασθαι αὐτοῖς ἢ μέρει αὐτῶν, ἢ δικαίῳ ἢ ἐν ἁγίαις ἐκκλησίαις, μηδὲ λέγειν περιγραφήν τινα ἢ ῥᾳδιουργίαν ὑπομεμενηκέναι διὰ τὸ καὶ κεκριμένῳ λογισμῷ καὶ ἐκ τῶν ἠκριβωμένων νόμων μαθεῖν μηδεμίαν αὐτοὺς ἔχειν ἀγωγὴν μηδὲ μεθοδίαν νομίμως ἐπὶ τῇ ὑποθήκῃ τῆς εἰρημένης μηχανῆς διὰ τό, ὡς εἴρηται, προγενεστέρας εὑρῆσθαι τὰς ὑποθήκας τὰς ἐν ταῖς δανειακαῖςδανιακαῖς συγγραφαῖς Στρατηγίου τοῦ πανευφήμου τῇ μνήμῃ, ἀλλὰ λόγῳ εὐσεβείας τὰ αὐτὰ πεντήκοντα ὀκτὼ νομίσματα δοθῆναι αὐτοῖς ἤτοι τῷ εὐαγεῖ αὐτῶν κοινοβίῳ. καὶ προσομολογοῦσιν πάντα δόλον πονηρὸν ἀπεῖναι ἀπέσεσθαι ταύτης τῆς ὁμολογίας, κρατεῖν δὲ αὐτὴν κατʼ αὐτῶν καὶ τῶν μετʼ αὐτοὺς οἰκονομησόντωνοἰκονομησάντων καὶ προεστώτων τὸ αὐτὸ εὐαγὲς κοινόβιον εἰς τὸν ἐφεξῆς ἅπαντα χρόνον καὶ ἐπερωτηθέντες ἐφʼ ἅπασιν κατὰ πρόσωπον ὡμολόγησαν καὶ ὑπέθεντο ἐπʼ ἀσφαλείᾳ τῆς παρούσης ὁμολογίας πάντα ὑπάρχοντα καὶ ὑπάρξοντα τῷ εὐαγεῖ κοινοβίῳ ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ πλήρει τύπῳ τῷ περὶ ὑποθηκῶν μηδενὸς ὑπεξαιρεθέντοςὑφεξαιρηθέντος ἢ ὑπεξαιρεθῆναιὑφεξαιρηθῆναι δυναμένου ταύτης τῆς ὑποθήκης καὶ ἀναγνωσθέντων πάντων καὶ ἑρμηνευθέντων αὐτοῖς καὶ ἀρεσθέντων ὑπέγραψαν διὰ Παμουθίου αἰτηθέντος παρʼ αὐτῶν ἀγραμμάτων ὄντων, τοῦ προεστῶτος καὶ τοῦ οἰκονόμου βαλόντων ἀνασημιοο πρὸς πίστιν καὶ βεβαίωσιν τῶν παρʼ ἡμῶν διομολογηθέντων καὶ ταύτας τὰς δανειακὰςδανιακὰς συγγραφὰς ἃς ἐξέθετο τῷ εὐαγεῖ ἡμῶν κοινοβίῳ ὁ τῆς λαμπρᾶς μνήμηςτὴν μνήμην ΔιογένηςΔιογένους, εἰ καὶ τὰ μάλιστα οὐδεμίαν ἐξ αὐτῶν ἔχομεν βοήθειαν, ἀνεδώκαμεν τῇ ὑμετέρᾳ ὑπεροχῇ. κυρία ἡ ὁμολογία. ἁπλῆ ἐγράφη, ὡς πρόκειται. Ἰωσὴφ πρ ἀρχιμανδρίτης Ἰωσὴφ πρ Ἰωσὴφ. τὸ εὐαγὲς κοινόβιον καλούμενον Ἀββᾶ Ἱέρακος διακείμενον ἐν τῷ λιβικῷ ὄρει ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Ἰωσὴφ μονάζοντος καὶ πρεσβυτέρου, προεστῶτος τοῦ αὐτοῦ εὐαγοῦςεὐαγὲς κοινοβίου, ἔσχον τὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκοντα ζυγῷ Ὀξυρύγχων κατὰ τὴν προδηλουμένην διήγησιν καὶ ἀπηλλάγην περὶ τῶν χρεωστηθέντων παρὰ Διογένους τοῦ τῆς λαμπρᾶς μνήμης καὶ οὐδένα λόγον ἔχω πρὸς τὴν ὑποτεθεῖσάν μοι παρὰ τοῦ αὐτοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ Διογένους μηχανὴν καλουμένην Τμαω διακειμένην ἐνἐμ πεδιάδι Ὤφεως οὐδὲ πρὸς ἄλλα πράγματα τοῦ αὐτοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ Διογένους, ἀλλὰ καὶ χάριτας ὁμολογῶ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐφʼ οἷς τὸ εὐσεβὲς ἐποίησεν καὶ προσέταξεν δοθῆναι τὰ αὐτὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκοντα τῷ αὐτῷ εὐαγεῖ μοναστηρίῳ καὶ συμφωνεῖ μοι πάντα καὶ ἕκαστον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνωσθέντων μοι πάντων καὶ ἑρμηνευθέντων ἐγὼ ὁ αὐτὸς Ἰωσὴφ ἐλάχιστοςἀλάχιστος ᾔτησα Παμούθιον τὸν θαυμασιώτατον ὑπογράψαι ὑπὲρ ἐμοῦ ἀγραμμάτου ὄντος καὶ ἀπέλυσα. Παμούθιος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Φιλοξένου ὑπέγραψα αἰτηθεὶς παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου Ἰωσὴφ ἀγραμμάτου ὄντος πρὸ ἐμοῦ τάξαντος ἰδίᾳ χειρὶ σταυρία τρία καὶ ἀπέλυσα. τὸ εὐαγὲς κοινόβιον καλούμενον Ἀββᾶ Ἱέρακος διακείμενον ἐν τῷ λιβικῷ ὄρει ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Θεοδώρου οἰκονόμου τοῦ εὐαγοῦς κοινοβίου ἔσχον τὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκοντα ζυγῷ Ὀξυρύγχων κατὰ τὴν προδηλουμένην διήγησιν καὶ ἀπηλλάγην περὶ τῶν χρεωστηθέντων παρὰ Διογένους τοῦ τῆς λαμπρᾶς μνήμης καὶ οὐδένα λόγον ἔχω πρὸς τὴν ὑποτεθεῖσάν μοι παρὰ τοῦ αὐτοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ Διογένους μηχανὴν καλουμένην Μαω διακειμένην ἐν πεδιάδι Ὤφεως οὐδὲ πρὸς ἄλλα πράγματα τοῦ αὐτοῦ ἐν λαμπρᾷ τῇ μνήμῃ Διογένους, ἀλλὰ καὶ χάριν ὁμολογῶ τῇ ὑμετέρᾳ ἐνδόξῳἐνδόξου ὑπεροχῇ ἐφʼ οἷς τὸ εὐσεβὲς ἐποίησεν καὶ προσέταξεν δοθῆναι τὰ αὐτὰ τοῦ χρυσοῦ νομίσματα ἑκατὸν τριάκοντα τῷ αὐτῷ εὐαγεῖ κοινοβίῳ καὶ συμφωνεῖ μοι πάντα καὶ ἕκαστον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνωσ θέντων μοι πάντων καὶ ἑρμηνευθέντων ἐγὼ ὁ αὐτὸς Θεόδωρος οἰκονόμος ᾔτησα ΠαμούθιονΠαμούθιος τὸν θαυμασιώτατον ὑπογράψαι ὑπὲρ ἐμοῦ ἀγραμμάτου ὄντος καὶ ἀπέλυσα. ὁ αὐτὸς Παμούθιος υἱὸς τοῦ μακαρίου Φιλοξένου ὑπέγραψα αἰτηθεὶς παρὰ τοῦ αὐτοῦ εὐλαβεστάτου Θεοδώρου οἰκονόμου ἀγραμμάτου ὄντος μετʼ ἐμὲ τάξαντος ἰδίᾳ χειρὶ σταυρία τρία καὶ ἀπέλυσα. Θεοδώρου οἰκονόμου Θεοδώρου οἰκονόμου Θεοδώρου οἰκονόμου. Σαμουήλ διάκονος ἐλέει θεοῦ τῆς ἁγίας καθολικῆς ἐκκλησίας υἱὸς τοῦ μακαρίου Μαρτυρίου μαρτυρῶ τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρʼ Ἰωσὴφ καὶ Θεοδώρου τῶν εὐλαβεστάτων προεστῶτος καὶ οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται. Παμούθιος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Παπβαοῦτος μαρτυρῶ τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ καὶ Θεοδώρου τῶν εὐλαβεστάτων μοναζόντων, Ἰωσὴφ μὲν προεστῶτος, Θεοδώρου δὲ οἰκονόμου τοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται λαμπρότατος υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Μαρκιανοῦ μαρτυρῶ τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ προεστῶτοςπροεστο͂τος καὶ Θεοδώρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται . Φλάουϊος Φιλόξενος λαμπρότατος υἱὸς τοῦ τῆς εὐλαβοῦςμακαρίας μνήμης Ἰσίωνος γενομένου πρεσβυτέρου τοῦ εὐαγοῦς κλήρου ταύτης τῆς Ὀξυρυγχιτῶν μαρτυρῶ τῇ παρούση ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται . Φλάουϊος Φὶβ ὁ περίβλεπτος κόμις υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Ματρίνου μαρτυρῶ τῇ παρ ούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ προεστῶτος καὶ ΘεοδώρουΘεοδόρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται . Θεότιμος ἐλέει θεοῦ διάκονος τῆς ἁγίας καθολικῆς ἐκκλησίας Ὀξυρύγχου υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Ἀλεξάνδρου γενομένου πρεσβυτέρου μαρτυρῶ τῇδε τῇ παρούσῃ ἀσφαλείᾳ αἰτηθεὶς παρὰ Ἰωσὴφ προεστῶτος καὶ Θεοδώρου οἰκονόμου τοῦ αὐτοῦ εὐαγοῦς κοινοβίου Ἀββᾶ Ἱέρακος, ὡς πρόκειται . διʼ ἐμοῦ Ἰούστου ὑποδιακόνου συμβολαιογράφου ἐτελειώθη. diʼ emu Iustu upodiaconu sumbolaiografu eteliothh . ὁμολογία γεναμένη διὰ Ἰωσὴφ πρεσβυτέρου καὶ ἀρχιμανδρίτου τοῦ ἁγίου μοναστηρίου καλουμένου Ἀββᾶ Ἱέρακος εἰς τὸν ὑπερφυέστατον Ἀπίωνα καὶ εἰς τὴν πανεύφημον αὐτοῦ μητέρα .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.