no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Lease of a share of a kleros between two soldiers at Tholthis. A lease (sublease) contract of 213-212 BC from Tholthis in the Oxyrhynchite nome, in which the soldier Eupolis of Athens leases to the soldier Theokles of Cyrene a share of land formerly held by Onnophris, in return for a wheat rent payable in Dystros of year 11, with a penalty of 10 bronze drachmas per artaba for default. machine translation
Linked by Trismegistos ID
TM 2679.
Each record below describes this same artifact or text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ
Φιλοκλείτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Θεοκλεῖ Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι […]
[…] τοῦ δεκάτου ἔτους […]
[…]τὸ Ὀννώφριος μέρος ἐφʼ ὧι παρέξεται Θεοκλῆς Εὐπόλει ὑπὲρ Ὀννώφριος τῶν πυρῶν ἀρτάβας[…]δύο τὸ ἐπιβάλλον αὐτῶι μέρος τῶν ἐκφορίων κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι Ἡρακλείτωι Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι ?. ἀποδότω
δὲ Θεοκλῆς Εὐπόλει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς τὰ Εὐπόλεως ἰδίοις ἀνηλώμασιν. ἐὰν δὲ μὴ ἀποδῷ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Θεοκλῆς Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν χαλκοῦ δραχμὰς δέκα καὶ ἡ πράξις ἔστω Εὐπόλει παρὰ Θεοκλέους πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν
ἐπιφέρηται. μάρτυρες. Πολύαινος Κυρηναῖος Καλλικράτης Ἑσπερίτης Διομέδων
[…]οἱ τρεῖς τῶν Φίλωνος ἰδιῶται, Ἀγαθῖνος Ἑρμίου Μυτιληναῖος …… […]
[…]ος Δημητρίου Κυρηναῖος οἱ τρεῖς τῆς ἐπιγονῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.